Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 9

5.8 περὶ Ἅλου δὲ καὶ Ἀλόπης διαποροῦσι μὴ οὐ τούτους λέγει τοὺς τόπους οἳ νῦν ἐν τῷ Φθιωτικῷ τέλει φέρονται, ἀλλὰ τοὺς ἐν Λοκροῖς, μέχρι δεῦρο ἐπικρατοῦντος τοῦ Ἀχιλλέως, ὥσπερ καὶ μέχρι Τραχῖνος καὶ τῆς Οἰταίας. ἔστι γὰρ καὶ Ἅλος καὶ Ἁλιοῦς ἐν τῇ παραλίᾳ τῶν Λοκρῶν, καθάπερ καὶ Ἀλόπη. οἱ δὲ τὸν Ἁλιοῦντα ἀντὶ Ἀλόπης τιθέασι καὶ γράφουσιν οὕτως οἵ θʼ Ἅλον οἵ θʼ Ἁλιοῦνθʼ οἵ τε Τρηχῖνʼ ἐνέμοντο. ὁ δὲ Φθιωτικὸς Ἅλος ὑπὸ τῷ πέρατι κεῖται τῆς Ὄθρυος ὄρους πρὸς ἄρκτον κειμένου τῇ Φθιώτιδι, ὁμόρου δὲ τῷ Τυφρηστῷ καὶ τοῖς Δόλοψιν, κἀνθένδε παρατείνοντος εἰς τὰ πλησίον τοῦ Μαλιακοῦ κόλπου. ἀπέχει δὲ Ἰτώνου περὶ ἑξήκοντα σταδίους ὁ Ἅλος ἢ ἡ Ἅλος· λέγεται γὰρ ἀμφοτέρως. ᾤκισε δὲ ὁ Ἀθάμας τὴν Ἅλον, ἀφανισθεῖσαν δὲ συνῴκισαν Φαρσάλιοι χρόνοις ὕστερον. ὑπέρκειται δὲ τοῦ Κροκίου πεδίου· ῥεῖ δὲ ποταμὸς Ἄμφρυσος πρὸς τῷ τείχει. ὑπὸ δὲ τῷ Κροκίῳ Θῆβαι εἰσὶν αἱ Φθιώτιδες, καὶ ἡ Ἅλος δὲ Φθιῶτις καλεῖται καὶ Ἀχαϊκή, συνάπτουσα τοῖς Μαλιεῦσιν, ὥσπερ καὶ οἱ τῆς Ὄθρυος πρόποδες. καθάπερ δὲ ἡ Φυλάκη ἡ ὑπὸ Πρωτεσιλάῳ τῆς Φθιώτιδός ἐστι τῆς προσχώρου τοῖς Μαλιεῦσιν, οὕτω καὶ ἡ Ἅλος· διέχει δὲ Θηβῶν περὶ ἑκατὸν σταδίους, ἐν μέσῳ δʼ ἐστὶ Φαρσάλου καὶ Φθιωτῶν· Φίλιππος μέντοι Φαρσαλίοις προσένειμεν ἀφελόμενος τῶν Φθιωτῶν. οὕτω δὲ συμβαίνει τοὺς ὅρους καὶ τὰς συντάξεις τῶν τε ἐθνῶν καὶ τῶν τόπων ἀλλάττεσθαι ἀεί, καθάπερ εἴπομεν. οὕτω καὶ Σοφοκλῆς τὴν Τραχῖνα Φθιῶτιν εἴρηκεν, Ἀρτεμίδωρος δὲ τὴν Ἅλον ἐν τῇ παραλίᾳ τίθησι, ἔξω μὲν τοῦ Μαλιακοῦ κόλπου κειμένην, Φθιῶτιν δέ. προϊὼν γὰρ ἐνθένδε ὡς ἐπὶ τὸν Πηνειὸν μετὰ τὸν Ἀντρῶνα τίθησι Πτελεόν, εἶτα τὸν Ἅλον ἀπὸ τοῦ Πτελεοῦ διέχοντα ἑκατὸν καὶ δέκα σταδίους. περὶ δὲ τῆς Τραχῖνος εἴρηται ὁποία τις· καὶ ὁ ποιητὴς κατονομάζει.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi