Kitap 1
29.7
ἐνταῦθα καὶ Κλεωναῖοι κεῖνται, μετὰ Ἀργείων ἐς τὴν Ἀττικὴν ἐλθόντες· ἐφʼ ὅτῳ δέ, γράψω τοῦ λόγου μοι κατελθόντος ἐς τοὺς Ἀργείους. καὶ Ἀθηναίων δʼ ἔστι τάφος, οἳ πρὶν ἢ στρατεῦσαι τὸν Μῆδον ἐπολέμησαν πρὸς Αἰγινήτας. ἦν δὲ ἄρα καὶ δήμου δίκαιον βούλευμα, εἰ δὴ καὶ Ἀθηναῖοι μετέδοσαν δούλοις δημοσίᾳ ταφῆναι καὶ τὰ ὀνόματα ἐγγραφῆναι στήλῃ· δηλοῖ δὲ ἀγαθοὺς σφᾶς ἐν τῷ πολέμῳ γενέσθαι περὶ τοὺς δεσπότας. ἔστι δὲ καὶ ἀνδρῶν ὀνόματα ἄλλων, διάφορα δέ σφισι τὰ χωρία τῶν ἀγώνων· καὶ γὰρ τῶν ἐπʼ Ὄλυνθον ἐλθόντων οἱ δοκιμώτατοι καὶ Μελήσανδρος ἐς τὴν ἄνω Καρίαν ναυσὶν ἀναπλεύσας διὰ τοῦ Μαιάνδρου, ἐτάφησαν δὲ καὶ οἱ τελευτήσαντες
29.8
πολεμοῦντος Κασσάνδρου καὶ οἱ συμμαχήσαντές ποτε Ἀργείων. πραχθῆναι δὲ οὕτω σφίσι τὴν πρὸς Ἀργείους λέγουσι συμμαχίαν· Λακεδαιμονίοις τὴν πόλιν τοῦ θεοῦ σείσαντος οἱ εἵλωτες ἐς Ἰθώμην ἀπέστησαν, ἀφεστηκότων δὲ οἱ Λακεδαιμόνιοι βοηθοὺς καὶ ἄλλους καὶ παρὰ Ἀθηναίων μετεπέμποντο· οἱ δέ σφισιν ἐπιλέκτους ἄνδρας ἀποστέλλουσι καὶ στρατηγὸν Κίμωνα τὸν Μιλτιάδου. τούτους ἀποπέμπουσιν οἱ Λακεδαιμόνιοι πρὸς ὑποψίαν·
29.9
Ἀθηναίοις δὲ οὐκ ἀνεκτὰ ἐφαίνετο περιυβρίσθαι, καὶ ὡς ἐκομίζοντο ὀπίσω συμμαχίαν ἐποιήσαντο Ἀργείοις Λακεδαιμονίων ἐχθροῖς τὸν ἅπαντα οὖσι χρόνον. ὕστερον δὲ μελλούσης Ἀθηναίων ἐν Τανάγρᾳ γίνεσθαι πρὸς Βοιωτοὺς καὶ Λακεδαιμονίους μάχης, ἀφίκοντο Ἀθηναίοις Ἀργεῖοι βοηθοῦντες· καὶ παραυτίκα μὲν ἔχοντας πλέον τοὺς Ἀργείους νὺξ ἐπελθοῦσα ἀφείλετο τὸ σαφὲς τῆς νίκης, ἐς δὲ τὴν ὑστεραίαν ὑπῆρξε κρατῆσαι Λακεδαιμονίοις Θεσσαλῶν προδόντων Ἀθηναίους.
29.10
καταλέξαι δέ μοι καὶ τούσδε ἐπῆλθεν, Ἀπολλόδωρον ξένων ἡγεμόνα, ὃς Ἀθηναῖος μὲν ἦν, ἐκπεμφθεὶς δὲ ὑπὸ Ἀρσίτου σατράπου τῆς ἐφʼ Ἑλλησπόντῳ Φρυγίας διεφύλαξε Περινθίοις τὴν πόλιν ἐσβεβληκότος ἐς τὴν Περινθίαν Φιλίππου στρατῷ· οὗτός τε οὖν ἐνταῦθα τέθαπται καὶ Εὔβουλος ὁ Σπινθάρου καὶ ἄνδρες οἷς ἀγαθοῖς οὖσιν οὐκ ἐπηκολούθησε τύχη χρηστή, τοῖς μὲν ἐπιθεμένοις τυραννοῦντι Λαχάρει, οἱ δὲ τοῦ Πειραιῶς κατάληψιν ἐβούλευσαν Μακεδόνων φρουρούντων, πρὶν δὲ εἰργάσθαι τὸ ἔργον ὑπὸ τῶν συνειδότων μηνυθέντες ἀπώλοντο.