Thesauros Edebiyat geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Kitap 10

35.9 Στιρίταις δέ ἐστιν ἐπὶ ὑψηλοῦ καὶ πετρώδους ἡ οἴκησις· σπανίζουσιν οὖν κατὰ τοῦτο ὕδατος θέρους ὥρᾳ· φρέατα γὰρ αὐτόθι οὔτε πολλὰ οὔτε ὕδωρ παρεχόμενά ἐστιν ἐπιτήδειον. ταῦτα μὲν δὴ λουτρά σφισι καὶ ὑποζυγίοις ποτὸν γίνεται, τὸ δὲ ὕδωρ οἱ ἄνθρωποι τὸ πότιμον ὅσον στάδια τέσσαρα ὑποκαταβαίνοντες λαμβάνουσιν ἐκ πηγῆς· ἡ δὲ ἐν πέτραις ἐστὶν ὀρωρυγμένη, καὶ ἀρύονται κατιόντες ἐς τὴν πηγήν.
35.10 Δήμητρος δὲ ἐπίκλησιν Στιρίτιδος ἱερόν ἐστιν ἐν Στῖρι· πλίνθου μὲν τῆς ὠμῆς τὸ ἱερόν, λίθου δὲ τοῦ Πεντελῆσι τὸ ἄγαλμα, δᾷδας ἡ θεὸς ἔχουσα. παρὰ δὲ αὐτῇ κατειλημμένον ταινίαις ἄγαλμα ἀρχαῖόν ἐστιν ἄλλο ὁπόσα Δήμητρος ἐς τιμήν.
36.1 ἐς δὲ Ἄμβροσσον στάδιοι περὶ ἑξήκοντά εἰσιν ἐκ Στίρεως· πεδιὰς ἡ ὁδός, ὀρῶν ἐν μέσῳ πεδίον κείμενον. ἄμπελοι δὲ τὸ πολύ εἰσι τοῦ πεδίου, καὶ ἐν γῇ τῇ Ἀμβροσσέων οὐ συνεχεῖς μὲν ὥσπερ αἱ ἄμπελοι, πεφύκασι μέντοι καὶ αἱ θάμνοι· τὴν δὲ θάμνον ταύτην Ἴωνες μὲν καὶ τὸ ἄλλο Ἑλληνικὸν κόκκον, Γαλάται δὲ οἱ ὑπὲρ Φρυγίας φωνῇ τῇ ἐπιχωρίῳ σφίσιν ὀνομάζουσιν ὗς. γίνεται δὲ αὕτη μέγεθος μὲν ἡ κόκκος κατὰ τὴν ῥάμνον καλουμένην, φύλλα δὲ μελάντερα μὲν καὶ μαλακώτερα ἢ ἡ σχῖνος, τὰ μέντοι ἄλλα ἐοικότα ἔχει τῇ σχίνῳ.
36.2 ὁ δὲ αὐτῆς καρπὸς ὅμοιος τῷ καρπῷ τῆς στρύχνου, μέγεθος δέ ἐστι κατὰ ὄροβον. γίνεται δέ τι ἐν τῷ καρπῷ τῆς κόκκου βραχὺ ζῷον· τοῦτο εἰ ἀφίκοιτο ἐς τὸν ἀέρα πεπανθέντος τοῦ καρποῦ, πέτεταί τε αὐτίκα καὶ ἐοικὸς κώνωπι φαίνοιτο ἄν· νῦν δὲ πρότερον, πρὶν ἢ τὸ ζῷον κινηθῆναι, συλλέγουσι τῆς κόκκου τὸν καρπόν, καὶ ἔστι τοῖς ἐρίοις ἡ βαφὴ τὸ αἷμα τοῦ ζῴου.
36.3 ἡ δὲ Ἄμβροσσος κεῖται μὲν ὑπὸ τὸ ὄρος τὸν Παρνασσόν, τὰ ἐπέκεινα δὲ ἢ Δελφοί· τεθῆναι δὲ τὸ ὄνομα τῇ πόλει ἀπὸ ἥρωός φασιν Ἀμβρόσσου. Θηβαῖοι δὲ ἐς τὸν Μακεδόνων καὶ Φιλίππου καθιστάμενοι πόλεμον περιέβαλον τῇ Ἀμβρόσσῳ διπλοῦν τεῖχος· τὸ δέ ἐστιν ἐπιχωρίου λίθου, χρόαν μέλανος, ἐς τὰ μάλιστα ἰσχυροῦ· κύκλος δὲ ἑκάτερος τοῦ τείχους πλάτος μὲν ἀποδέων ὀλίγον ἐστὶν ὀργυιᾶς, τὸ δὲ ὕψος ἐς ἡμίσειάν τε καὶ δύο ὀργυιάς, ὅπου μὴ τὸ τεῖχος πεπόνηκε·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi