Kitap 2
29.7
ἐπειργασμένοι δέ εἰσι κατὰ τὴν ἔσοδον οἱ παρὰ Αἰακόν ποτε ὑπὸ τῶν Ἑλλήνων σταλέντες· αἰτίαν δὲ τὴν αὐτὴν Αἰγινήταις καὶ οἱ λοιποὶ λέγουσιν. αὐχμὸς τὴν Ἑλλάδα ἐπὶ χρόνον ἐπίεζε καὶ οὔτε τὴν ἐκτὸς ἰσθμοῦ χώραν οὔτε Πελοποννησίοις ὗεν ὁ θεός, ἐς ὃ ἐς Δελφοὺς ἀπέστειλαν ἐρησομένους τὸ αἴτιον ὅ τι εἴη καὶ αἰτήσοντας ἅμα λύσιν τοῦ κακοῦ. τούτοις ἡ Πυθία εἶπε Δία ἱλάσκεσθαι, χρῆναι δέ, εἴπερ ὑπακούσει σφίσιν, Αἰακὸν τὸν ἱκετεύσαντα εἶναι.
29.8
οὕτως Αἰακοῦ δεησομένους ἀποστέλλουσιν ἀφʼ ἑκάστης πόλεως· καὶ ὁ μὲν τῷ Πανελληνίῳ Διὶ θύσας καὶ εὐξάμενος τὴν Ἑλλάδα γῆν ἐποίησεν ὕεσθαι, τῶν δὲ ἐλθόντων ὡς αὐτὸν εἰκόνας ταύτας ἐποιήσαντο οἱ Αἰγινῆται. τοῦ περιβόλου δὲ ἐντὸς ἐλαῖαι πεφύκασιν ἐκ παλαιοῦ καὶ βωμός ἐστιν οὐ πολὺ ἀνέχων ἐκ τῆς γῆς· ὡς δὲ καὶ μνῆμα οὗτος ὁ βωμὸς εἴη Αἰακοῦ, λεγόμενόν ἐστιν ἐν ἀπορρήτῳ.
29.9
παρὰ δὲ τὸ Αἰάκειον Φώκου τάφος χῶμά ἐστι περιεχόμενον κύκλῳ κρηπῖδι, ἐπίκειται δέ οἱ λίθος τραχύς· καὶ ἡνίκα Φῶκον Τελαμὼν καὶ Πηλεὺς προηγάγοντο ἐς ἀγῶνα πεντάθλου καὶ περιῆλθεν ἐς Πηλέα ἀφεῖναι τὸν λίθον—οὗτος γὰρ ἀντὶ δίσκου σφίσιν ἦν—, ἑκὼν τυγχάνει τοῦ Φώκου. ταῦτα δὲ ἐχαρίζοντο τῇ μητρί· αὐτοὶ μὲν γὰρ ἐγεγόνεσαν ἐκ τῆς Σκίρωνος θυγατρός, Φῶκος δὲ οὐκ ἐκ τῆς αὐτῆς, ἀλλʼ ἐξ ἀδελφῆς Θέτιδος ἦν, εἰ δὴ τὰ ὄντα λέγουσιν Ἕλληνες. Πυλάδης τέ μοι καὶ διὰ ταῦτα φαίνεται καὶ οὐκ Ὀρέστου φιλίᾳ μόνον βουλεῦσαι Νεοπτολέμῳ τὸν φόνον.
29.10
τότε δὲ ὡς τῷ δίσκῳ πληγεὶς ἀπέθανεν ὁ Φῶκος, φεύγουσιν ἐπιβάντες νεὼς οἱ Ἐνδηίδος παῖδες· Τελαμὼν δὲ ὕστερα κήρυκα ἀποστέλλων ἠρνεῖτο μὴ βουλεῦσαι Φώκῳ θάνατον. Αἰακὸς δὲ ἐς μὲν τὴν νῆσον ἀποβαίνειν αὐτὸν οὐκ εἴα, ἑστηκότα δὲ ἐπὶ νεώς, εἰ δὲ ἐθέλοι, χῶμα ἐν τῇ θαλάσσῃ χώσαντα ἐκέλευεν ἐντεῦθεν ἀπολογήσασθαι. οὕτως ἐς τὸν Κρυπτὸν καλούμενον λιμένα ἐσπλεύσας νύκτωρ ἐποίει χῶμα. καὶ τοῦτο μὲν ἐξεργασθὲν καὶ ἐς ἡμᾶς ἔτι μένει· καταγνωσθεὶς δὲ οὐκ ἀναίτιος εἶναι Φώκῳ τῆς τελευτῆς, τὸ δεύτερον ἐς Σαλαμῖνα ἀπέπλευσε.