Thesauros Edebiyat geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Kitap 2

34.8 ἀπὸ δὲ Σκυλλαίου πλέοντι ὡς ἐπὶ τὴν πόλιν ἄκρα τέ ἐστιν ἑτέρα Βουκέφαλα καὶ μετὰ τὴν ἄκραν νῆσοι, πρώτη μὲν Ἁλιοῦσσα—παρέχεται δὲ αὕτη λιμένα ἐνορμίσασθαι ναυσὶν ἐπιτήδειον—, μετὰ δὲ Πιτυοῦσσα, τρίτη δὲ ἣν Ἀριστερὰν ὀνομάζουσι. ταύτας δὲ παραπλεύσαντί ἐστιν αὖθις ἄκρα Κωλυεργία ἀνέχουσα ἐκ τῆς ἠπείρου, μετὰ δὲ αὐτὴν νῆσος Τρίκρανα καλουμένη καὶ ὄρος ἐς θάλασσαν ἀπὸ τῆς Πελοποννήσου προβεβλημένον Βούπορθμος. ἐν Βουπόρθμῳ δὲ πεποίηται μὲν ἱερὸν Δήμητρος καὶ τῆς παιδός, πεποίηται δὲ Ἀθηνᾶς·
34.9 ἐπίκλησις δέ ἐστι τῇ θεῷ Προμαχόρμα. πρόκειται δὲ Βουπόρθμου νῆσος Ἀπεροπία καλουμένη, τῆς δὲ Ἀπεροπίας ἀφέστηκεν οὐ πολὺ ἑτέρα νῆσος Ὑδρέα. μετὰ ταύτην αἰγιαλός τε παρήκει τῆς ἠπείρου μηνοειδὴς καὶ ἀκτὴ μετὰ τὸν αἰγιαλὸν ἐπὶ Ποσείδιον, ἐκ θαλάσσης μὲν ἀρχομένη τῆς πρὸς ἀνατολάς, προήκουσα δὲ ὡς ἐπὶ τὴν ἑσπέραν· ἔχει δὲ καὶ λιμένας ἐν αὑτῇ. μῆκος μὲν δὴ τῆς ἀκτῆς ἐστιν ἑπτά που στάδια, πλάτος δὲ ᾗ πλατυτάτη σταδίων τριῶν οὐ πλέον.
34.10 ἐνταῦθα ἡ προτέρα πόλις τοῖς Ἑρμιονεῦσιν ἦν. ἔστι δέ σφισι καὶ νῦν ἔτι ἱερὰ αὐτόθι, Ποσειδῶνος μὲν ἐπὶ τῆς ἀκτῆς τῇ ἀρχῇ, προελθοῦσι δὲ ἀπὸ θαλάσσης ἐς τὰ μετέωρα ναὸς Ἀθηνᾶς, παρὰ δὲ αὐτῷ σταδίου θεμέλια· ἐν δὲ αὐτῷ τοὺς Τυνδάρεω παῖδας ἀγωνίσασθαι λέγουσιν. ἔστι δὲ καὶ ἕτερον οὐ μέγα τῆς Ἀθηνᾶς ἱερόν, ὁ δὲ ὄροφος κατερρύηκεν αὐτῷ. καὶ Ἡλίῳ ναὸς καὶ ἄλλος Χάρισιν, ὁ δὲ Σαράπιδι ᾠκοδόμηται καὶ Ἴσιδι· καὶ περίβολοι μεγάλων λίθων λογάδων εἰσίν, ἐντὸς δὲ αὐτῶν ἱερὰ δρῶσιν ἀπόρρητα Δήμητρι.
34.11 τοσαῦτα μὲν Ἑρμιονεῦσίν ἐστιν ἐνταῦθα· ἡ δὲ ἐφʼ ἡμῶν πόλις ἀπέχει μὲν τῆς ἄκρας, ἐφʼ ᾗ τοῦ Ποσειδῶνος τὸ ἱερόν, τέσσαρας μάλιστα σταδίους, κειμένη δὲ ἐν ὁμαλῷ τὰ πρῶτα ἠρέμα ἐς πρόσαντες ἄνεισι, τὸ δέ ἐστιν ἤδη τοῦ Πρωνός· Πρῶνα γὰρ τὸ ὄρος τοῦτο ὀνομάζουσι. τεῖχος μὲν δὴ περὶ πᾶσαν τὴν Ἑρμιόνα ἕστηκε· τὰ δὲ ἐς συγγραφὴν καὶ ἄλλα παρείχετο καὶ ὧν αὐτὸς ποιήσασθαι μάλιστα ἠξίωσα μνήμην. Ἀφροδίτης ναός ἐστιν ἐπίκλησιν Ποντίας καὶ Λιμενίας τῆς αὐτῆς, ἄγαλμα δὲ λευκοῦ λίθου μεγέθει τε μέγα καὶ ἐπὶ τῇ τέχνῃ θέας ἄξιον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi