Thesauros Edebiyat geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Kitap 3

16.4 τάδε μὲν οὕτω γενέσθαι λέγουσιν· ἰόντι δὲ ὡς ἐπὶ τὰς πύλας ἀπὸ τοῦ Χιτῶνος Χίλωνός ἐστιν ἡρῷον τοῦ σοφοῦ νομιζομένου καὶ Ἀθηνοδώρου τῶν ὁμοῦ Δωριεῖ τῷ Ἀναξανδρίδου σταλέντων ἐς Σικελίαν· ἐστάλησαν δὲ τὴν Ἐρυκίνην χώραν νομίζοντες τῶν ἀπογόνων τῶν Ἡρακλέους εἶναι καὶ οὐ βαρβάρων τῶν ἐχόντων. Ἡρακλέα γὰρ ἔχει λόγος παλαῖσαι πρὸς Ἔρυκα ἐπὶ τοῖσδε εἰρημένοις, ἢν μὲν Ἡρακλῆς νικήσῃ, γῆν τὴν Ἔρυκος Ἡρακλέους εἶναι, κρατηθέντος δὲ τῇ πάλῃ βοῦς τὰς Γηρυόνου—
16.5 ταύτας γὰρ τότε ἤλαυνεν Ἡρακλῆς, διανηξαμένας δὲ ἐπὶ Σικελίαν κατὰ τὸν ἔλαιον τὸν κυφὸν ἀνευρήσων ἐπιδιέβη—τὰς οὖν βοῦς ἔδει κρατηθέντος Ἡρακλέους τὸν Ἔρυκα ἄγοντα οἴχεσθαι. τὸ δὲ εὐμενὲς ἐκ τῶν θεῶν οὐ κατὰ ταὐτὰ Ἡρακλεῖ καὶ ὕστερον Δωριεῖ τῷ Ἀναξανδρίδου παρεγένετο, ἀλλὰ Ἡρακλῆς μὲν ἀποκτίννυσιν Ἔρυκα, Δωριέα δὲ αὐτόν τε καὶ τῆς στρατιᾶς διέφθειραν τὸ πολὺ Ἐγεσταῖοι.
16.6 Λακεδαιμόνιοι δὲ καὶ Λυκούργῳ τῷ θεμένῳ τοὺς νόμους οἷα δὴ θεῷ πεποιήκασι καὶ τούτῳ ἱερόν. τάφος δέ ἐστιν ὄπισθε μὲν τοῦ ναοῦ τῷ Λυκούργου παιδὶ Εὐκόσμῳ, πρὸς δὲ τῷ βωμῷ Λαθρίας καὶ Ἀναξάνδρας· αἱ δὲ αὐταί τε ἦσαν δίδυμοι καὶ ἐπὶ τούτῳ σφᾶς οἱ τʼ Ἀριστοδήμου παῖδες ἅτε ὄντες καὶ αὐτοὶ δίδυμοι λαμβάνουσι, θυγατέρες δὲ ἦσαν Θερσάνδρου τοῦ Ἀγαμηδίδα, βασιλεύοντος μὲν Κλεωναίων, τετάρτου δὲ ἀπογόνου Κτησίππου τοῦ Ἡρακλέους. τοῦ ναοῦ δὲ ἀπαντικρὺ μνῆμα Θεοπόμπου τοῦ Νικάνδρου, τὸ δὲ Εὐρυβιάδου Λακεδαιμονίων τριήρεσιν ἐπʼ Ἀρτεμισίῳ καὶ Σαλαμῖνι ναυμαχήσαντος πρὸς Μήδους, πλησίον δὲ Ἀστραβάκου καλούμενόν ἐστιν ἡρῷον.
16.7 τὸ δὲ χωρίον τὸ ἐπονομαζόμενον Λιμναῖον Ὀρθίας ἱερόν ἐστιν Ἀρτέμιδος. τὸ ξόανον δὲ ἐκεῖνο εἶναι λέγουσιν ὅ ποτε καὶ Ὀρέστης καὶ Ἰφιγένεια ἐκ τῆς Ταυρικῆς ἐκκλέπτουσιν· ἐς δὲ τὴν σφετέραν Λακεδαιμόνιοι κομισθῆναί φασιν Ὀρέστου καὶ ἐνταῦθα βασιλεύοντος. καί μοι εἰκότα λέγειν μᾶλλόν τι δοκοῦσιν ἢ Ἀθηναῖοι. ποίῳ γὰρ δὴ λόγῳ κατέλιπεν ἂν ἐν Βραυρῶνι Ἰφιγένεια τὸ ἄγαλμα; ἢ πῶς, ἡνίκα Ἀθηναῖοι τὴν χώραν ἐκλιπεῖν παρεσκευάζοντο, οὐκ ἐσέθεντο καὶ τοῦτο ἐς τὰς ναῦς;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi