Kitap 4
12.7
μετὰ δὲ ταῦτα ἐδόκει σφίσι—καὶ γὰρ εἰκοστὸν ἔτος ἐπῄει τῷ πολέμῳ—πέμπειν αὖθις ἐς Δελφοὺς ἐρησομένους ὑπὲρ νίκης. ἐρομένοις δὲ ἔχρησεν ἡ Πυθία· τοῖς τρίποδας περὶ βωμὸν Ἰθωμάτᾳ Διὶ πρώτοις στήσασιν δεκάδων ἀριθμὸν δὶς πέντε δίδωσι σὺν κύδει πολέμου γαῖαν Μεσσηνίδα δαίμων. Ζεὺς γὰρ ἔνευσʼ οὕτως. ἀπάτη δέ σε πρόσθε τίθησιν ἥ τʼ ὀπίσω τίσις ἐστί, καὶ ἔνθεον ἐξαπατῴης. ἕρδʼ ὅππῃ τὸ χρεών· ἄτη δʼ ἄλλοισι πρὸ ἄλλων.
12.8
ταῦτʼ ἀκούσαντες γεγονέναι τε ἡγοῦντο ὑπὲρ αὑτῶν τὴν μαντείαν καὶ σφίσι διδόναι τὸ τοῦ πολέμου κράτος· οὐ γὰρ αὐτῶν γε ἐχόντων ἐντὸς τείχους τοῦ Ἰθωμάτα τὸ ἱερὸν Λακεδαιμονίους προτέρους ἀναθέντας φθήσεσθαι. καὶ οἱ μὲν ξυλίνους κατασκευάσεσθαι τρίποδας ἔμελλον, οὐ γάρ σφισι περιῆν χρήματα ὡς χαλκοῦς ποιήσασθαι· τῶν δέ τις Δελφῶν τὸν χρησμὸν ἐξήγγειλεν ἐς Σπάρτην. πυθομένοις δὲ ἐν κοινῷ μὲν οὐδέν σφισιν ἐξεγένετο ἀνευρεῖν σοφόν, Οἴβαλος δὲ
12.9
τὰ μὲν ἄλλα οὐ τῶν ἐπιφανῶν, γνώμην δὲ ὡς ἐδήλωσεν ἀγαθός, ποιησάμενος ὡς ἔτυχε πηλοῦ τρίποδας ἑκατόν, τούτους τε ἀποκεκρυμμένους ἐν πήρᾳ καὶ δίκτυα ἅμα αὐτοῖς ἔφερεν ὡς ἀνὴρ θηρευτής. ἅτε δὲ ὢν ἀγνὼς καὶ Λακεδαιμονίων τοῖς πολλοῖς, ῥᾷον Μεσσηνίους ἐλάνθανεν· ἀναμίξας δὲ αὑτὸν ἀνδράσιν ἀγροίκοις ἐσῆλθέ τε μετʼ αὐτῶν ἐς τὴν Ἰθώμην καὶ ὡς νὺξ τάχιστα ἐπελάμβανεν ἀναθεὶς τοὺς τρίποδας τῷ θεῷ τούτους δὴ τοὺς πηλίνους αὖθις ἐς Σπάρτην ἀπαγγελῶν Λακεδαιμονίοις ᾤχετο.
12.10
Μεσσηνίους δέ, ὡς εἶδον, ἐτάραξε μὲν μεγάλως, καὶ εἴκαζον—ὥσπερ ἦν—παρὰ Λακεδαιμονίων εἶναι· παρεμυθεῖτο δὲ ὅμως αὐτοὺς ὁ Ἀριστόδημος λέγων ἄλλα τε ἃ ἐν τοῖς παροῦσιν εἰκὸς ἦν καὶ τοὺς ξυλίνους τρίποδας—ἐπεποίηντο γὰρ ἤδη —περὶ τοῦ Ἰθωμάτα τὸν βωμὸν ἔστησε. συνέβη δὲ καὶ Ὀφιονέα τὸν μάντιν τοῦτον, τὸν ἐκ γενετῆς τυφλόν, ἀναβλέψαι παραλόγως δὴ μάλιστα ἀνθρώπων· ἐπέλαβε γὰρ τῆς κεφαλῆς ἄλγημα αὐτὸν ἰσχυρόν, καὶ ἀνέβλεψεν ἀπʼ αὐτοῦ.