Kitap 5
19.1
τέταρτα δὲ ἐπὶ τῇ λάρνακι ἐξ ἀριστερᾶς περιιόντι Βορέας ἐστὶν ἡρπακὼς Ὠρείθυιαν—οὐραὶ δὲ ὄφεων ἀντὶ ποδῶν εἰσὶν αὐτῷ—καὶ Ἡρακλέους ὁ πρὸς Γηρυόνην ἀγών· τρεῖς δὲ ἄνδρες Γηρυόνης εἰσὶν ἀλλήλοις προσεχόμενοι. Θησεὺς δὲ ἔχων λύραν καὶ παρʼ αὐτὸν Ἀριάδνη κατέχουσά ἐστι στέφανον. Ἀχιλλεῖ δὲ καὶ Μέμνονι μαχομένοις παρεστήκασιν αἱ μητέρες·
19.2
ἔστι δὲ καὶ Μελανίων καὶ Ἀταλάντη παρʼ αὐτὸν ἔχουσα ἐλάφου νεβρόν. μονομαχοῦντος δὲ Αἴαντι Ἕκτορος κατὰ τὴν πρόκλησιν, μεταξὺ ἕστηκεν αὐτῶν Ἔρις αἰσχίστη τὸ εἶδος ἐοικυῖα· πρὸς δὲ ταύτῃ καὶ Καλλιφῶν Σάμιος ἐν Ἀρτέμιδος ἱερῷ τῆς Ἐφεσίας ἐποίησεν Ἔριν, τὴν μάχην γράψας τὴν ἐπὶ ταῖς ναυσὶν Ἑλλήνων. εἰσὶ δὲ ἐπὶ τῇ λάρνακι Διόσκουροι, ὁ ἕτερος οὐκ ἔχων πω γένεια, μέση δὲ αὐτῶν Ἑλένη·
19.3
Αἴθρα δὲ ἡ Πιτθέως ὑπὸ τῆς Ἑλένης τοῖς ποσὶν ἐς ἔδαφος καταβεβλημένη μέλαιναν ἔχουσά ἐστιν ἐσθῆτα, ἐπίγραμμα δὲ ἐπʼ αὐτοῖς ἔπος τε ἑξάμετρον καὶ ὀνόματός ἐστιν ἑνὸς ἐπὶ τῷ ἑξαμέτρῳ προσθήκη· Τυνδαρίδα Ἑλέναν φέρετον, Αἴθραν δʼ ἕλκετον Ἀθάναθεν.
19.4
τοῦτο μὲν δὴ τὸ ἔπος οὕτω πεποίηται· Ἰφιδάμαντος δὲ τοῦ Ἀντήνορος κειμένου μαχόμενος πρὸς Ἀγαμέμνονα ὑπὲρ αὐτοῦ Κόων ἐστί· Φόβος δὲ ἐπὶ τοῦ Ἀγαμέμνονος τῇ ἀσπίδι ἔπεστιν, ἔχων τὴν κεφαλὴν λέοντος. ἐπιγράμματα δὲ ὑπὲρ μὲν τοῦ Ἰφιδάμαντος νεκροῦ, Ἰφιδάμας οὗτός τε Κόων περιμάρναται αὐτοῦ· τοῦ Ἀγαμέμνονος δὲ ἐπὶ τῇ ἀσπίδι,
19.5
οὗτος μὲν Φόβος ἐστὶ βροτῶν, ὁ δʼ ἔχων Ἀγαμέμνων. ἄγει δὲ καὶ Ἑρμῆς παρʼ Ἀλέξανδρον τὸν Πριάμου τὰς θεὰς κριθησομένας ὑπὲρ τοῦ κάλλους, καὶ ἔστιν ἐπίγραμμα καὶ τούτοις· Ἑρμείας ὅδʼ Ἀλεξάνδρῳ δείκνυσι διαιτῆν τοῦ εἴδους Ἥραν καὶ Ἀθάναν καὶ Ἀφροδίταν. Ἄρτεμις δὲ οὐκ οἶδα ἐφʼ ὅτῳ λόγῳ πτέρυγας ἔχουσά ἐστιν ἐπὶ τῶν ὤμων, καὶ τῇ μὲν δεξιᾷ κατέχει πάρδαλιν, τῇ δὲ ἑτέρᾳ τῶν χειρῶν λέοντα. πεποίηται δὲ καὶ Κασσάνδραν ἀπὸ τοῦ ἀγάλματος Αἴας τῆς Ἀθηνᾶς ἕλκων, ἐπʼ αὐτῷ δὲ καὶ ἐπίγραμμά ἐστιν· Αἴας Κασσάνδραν ἀπʼ Ἀθαναίας Λοκρὸς ἕλκει.