Kitap 5
5.3
ἰόντι δὲ ἀπὸ τῆς Ἠλείας χωρίον ἐστὶν ἐπὶ θάλασσαν καθῆκον, ὃ ὀνομάζεται μὲν Σαμικόν, ἐν δεξιᾷ δὲ ὑπὲρ αὐτὸ ἥ τε Τριφυλία καλουμένη καὶ πόλις ἐστὶν ἐν τῇ Τριφυλίᾳ Λέπρεος. ἐθέλουσι μὲν δὴ οἱ Λεπρεᾶται μοῖρα εἶναι τῶν Ἀρκάδων, φαίνονται δὲ Ἠλείων κατήκοοι τὸ ἐξ ἀρχῆς ὄντες· καὶ ὅσοι αὐτῶν Ὀλύμπια ἐνίκησαν, Ἠλείους ἐκ Λεπρέου σφᾶς ὁ κῆρυξ ἀνεῖπε. καὶ Ἀριστοφάνης ἐποίησεν ὡς Λέπρεος εἴη πόλισμα Ἠλείων. ἔστι δὲ ὁδὸς ἐς Λέπρεον ἀπὸ μὲν Σαμικοῦ τὸν Ἄνιγρον ποταμὸν ἀφέντι ἐν ἀριστερᾷ, ἑτέρα δὲ ἐξ Ὀλυμπίας, τρίτη δὲ ἐξ Ἤλιδος· ἡμερήσιος δὲ αὐτῶν ἐστιν ἡ μακροτάτη.
5.4
τεθῆναι δὲ τῇ πόλει τὸ ὄνομά φασιν ἀπὸ τοῦ οἰκιστοῦ Λεπρέου τοῦ Πυργέως. ἐλέγετο δὲ καὶ ὡς πρὸς Ἡρακλέα ἐρίσειεν ὁ Λεπρέος μὴ ἀποδεῖν τοῦ Ἡρακλέους ἐσθίων· ἐπεὶ δὲ ἑκάτερος βοῦν αὐτῶν ἐν ἴσῳ τῷ καιρῷ κατέσφαξε καὶ εὐτρέπισεν ἐς τὸ δεῖπνον, καὶ ἦν ὥσπερ καὶ ὑφίστατο ὁ Λεπρέος φαγεῖν οὐκ ἀδυνατώτερος τοῦ Ἡρακλέους, ἐτόλμησε τὸ μετὰ τοῦτο προςκαλέσασθαι καὶ ἐς ἀγῶνα ὅπλων αὐτόν. καὶ ἀποθανεῖν τε Λεπρέον κρατηθέντα τῇ μάχῃ καὶ ἐν τῇ Φιγαλέων ταφῆναι λέγουσιν· οὐ μὴν εἶχόν γε οἱ Φιγαλεῖς ἀποφῆναι Λεπρέου μνῆμα.
5.5
ἤδη δὲ ἤκουσα θυγατρὶ τοῦ Πυργέως Λεπρέᾳ προσποιούντων τὸν οἰκισμόν· οἱ δὲ τοῖς πρῶτον οἰκήσασιν ἐν τῇ γῇ νόσον φασὶν ἐπιγενέσθαι λέπραν καὶ οὕτω τὸ ὄνομα λαβεῖν τὴν πόλιν ἐπὶ τῶν οἰκητόρων τῇ συμφορᾷ. γενέσθαι δὲ οἱ Λεπρεῖταί σφισιν ἔλεγον ἐν τῇ πόλει Λευκαίου Διὸς ναὸν καὶ Λυκούργου τάφον τοῦ Ἀλέου καὶ ἄλλον Καύκωνος· τούτῳ δὲ καὶ ἐπίθημα ἄνδρα ἐπεῖναι λύραν ἔχοντα.
5.6
κατὰ δὲ ἐμὲ οὔτε μνῆμα ἐπίσημον οὔτε ἱερὸν ἦν θεῶν σφισιν οὐδενὸς πλήν γε Δήμητρος· πλίνθου δὲ καὶ τοῦτο ἐπεποίητο ὠμῆς καὶ οὐδὲν παρείχετο ἄγαλμα. Λεπρεατῶν δέ ἐστιν οὐ πόρρω τῆς πόλεως Ἀρήνη καλουμένη πηγή, καὶ τὸ ὄνομα ἀπὸ τῆς Ἀφαρέως γυναικὸς τεθῆναι λέγουσι τῇ πηγῇ.