Kitap 6
12.4
τοῦ δέ οἱ βίου συνέβη γενέσθαι τὴν τελευτὴν ὑπὸ Δεινομένους, γένος μὲν Συρακουσίου, δυσμενέστατα δὲ ἀνδρὸς ἐς τυραννίδα ἔχοντος, ὃς καὶ ὕστερον τούτων Ἱπποκράτει τῷ ἀδελφῷ τῷ Ἐπικύδους ἐξ Ἐρβησσοῦ παρεληλυθότι ἄρτι ἐς Συρακούσας καὶ ἐς τὸ πλῆθος ποιεῖσθαι λόγους ἀρχομένῳ ἐπέδραμεν ὡς ἀποκτενῶν τὸν Ἱπποκράτην· τοῦ δέ οἱ ἀντιστάντος, κρατήσαντες τῶν δορυφόρων ἄλλοι διαφθείρουσι τὸν Δεινομένην. τοὺς ἀνδριάντας δὲ τοῦ Ἱέρωνος ἐν Ὀλυμπίᾳ, ἐφʼ ἵππου τὸν ἕτερον, τὸν δὲ αὐτῶν πεζόν, ἀνέθεσαν μὲν τοῦ Ἱέρωνος οἱ παῖδες, ἐποίησε δὲ Μίκων Νικηράτου Συρακούσιος.
12.5
μετὰ δὲ τοῦ Ἱέρωνος τὰς εἰκόνας Ἀρεὺς ὁ Ἀκροτάτου Λακεδαιμονίων βασιλεὺς καὶ Ἄρατος ἕστηκεν ὁ Κλεινίου, καὶ αὖθις ἀναβεβηκώς ἐστιν Ἀρεὺς ἵππον. ἀνάθημα δὲ ὁ μὲν Κορινθίων ὁ Ἄρατος, Ἀρεὺς δὲ Ἠλείων ἐστί· καί μοι τοῦ λόγου τὰ πρότερα οὔτε τῶν ἐς Ἄρατον οὔτε τῶν ἐς Ἀρέα ἀμνημόνως ἔσχεν, Ἄρατος δὲ καὶ ἅρματι ἀνηγορεύθη νικῶν ἐν Ὀλυμπίᾳ.
12.6
Τίμωνι δὲ τῷ Αἰσύπου καθέντι ἐς Ὀλυμπίαν ἵππους ἀνδρὶ Ἠλείῳ ἐστι τοῦτο χαλκοῦν, ἐπʼ αὐτὸν ἀναβέβηκε παρθένος, ἐμοὶ δοκεῖν Νίκη. Κάλλωνα δὲ τὸν Ἁρμοδίου καὶ τὸν Μοσχίωνος Ἱππόμαχον, γένος τε Ἠλείους καὶ πυγμῇ κρατήσαντας ἐν παισί, τὸν μὲν αὐτῶν ἐποίησε Δάιππος, Ἱππομάχου δὲ ὅστις μὲν τὸν ἀνδριάντα εἰργάσατο οὐκ ἴσμεν, καταμαχέσασθαι δὲ τρεῖς φασιν ἀνταγωνιστὰς αὐτὸν οὔτε πληγὴν ἀποδεξάμενον οὔτε τι τρωθέντα τοῦ σώματος.
12.7
Θεόχρηστον δὲ Κυρηναῖον ἱπποτροφήσαντα κατὰ τὸ ἐπιχώριον τοῖς Λίβυσι καὶ αὐτόν τε ἐν Ὀλυμπίᾳ καὶ ἔτι πρότερον τὸν ὁμώνυμόν τε αὐτῷ καὶ τοῦ πατρὸς πατέρα, τούτους μὲν ἐνταῦθα ἵππων νίκας, ἐν δὲ Ἰσθμῷ τοῦ Θεοχρήστου λαβεῖν τὸν πατέρα, τὸ ἐπίγραμμα δηλοῖ τὸ ἐπὶ τῷ ἅρματι.