Thesauros Edebiyat geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Kitap 6

14.7 περιέδει τῷ μετώπῳ χορδὴν κατὰ ταὐτὰ δὴ καὶ εἰ ταινίαν περιθεῖτο ἢ στέφανον· κατέχων δὲ ἐντὸς χειλῶν τὸ ἆσθμα καὶ ἐμπιπλὰς αἵματος τὰς ἐν τῇ κεφαλῇ φλέβας, διερρήγνυεν ὑπὸ ἰσχύος τῶν φλεβῶν τὴν χορδήν. λέγεται δὲ καὶ ὡς τῆς δεξιᾶς χειρὸς τὸ μὲν ἐς τὸν ἀγκῶνα ἐκ τοῦ ὤμου παρʼ αὐτὴν καθίει τὴν πλευράν, τὸ δὲ ἀπὸ τοῦ ἀγκῶνος ἔτεινεν ἐς εὐθύ, τῶν δακτύλων τὸν μὲν αὐτῶν ἀναστρέφων τὸν ἀντίχειρα ἐς τὸ ἄνω, τῶν λοιπῶν δὲ ἀλλήλοις ἐπικειμένων κατὰ στοῖχον· τὸν ἐλάχιστον οὖν τῶν δακτύλων κάτω γινόμενον οὐκ ἀπεκίνησεν ἄν τις βιαζόμενος.
14.8 ἀποθανεῖν δὲ ὑπὸ θηρίων φασὶν αὐτόν· ἐπιτυχεῖν γὰρ αὐτὸν ἐν τῇ Κροτωνιάτιδι αὐαινομένῳ ξύλῳ, σφῆνες δὲ ἐγκείμενοι διίστασαν τὸ ξύλον· ὁ δὲ ὑπὸ φρονήματος ὁ Μίλων καθίησι τὰς χεῖρας ἐς τὸ ξύλον, ὀλισθάνουσί τε δὴ οἱ σφῆνες καὶ ἐχόμενος ὁ Μίλων ὑπὸ τοῦ ξύλου λύκοις ἐγίνετο εὕρημα. μάλιστα δέ πως τὸ θηρίον τοῦτο ἐν τῇ Κροτωνιάτιδι πολύ τε νέμεται καὶ ἄφθονον.
14.9 Μίλωνι μὲν δὴ τοιόνδε τέλος ἐπηκολούθησε· Πύρρον δὲ τὸν Αἰακίδου βασιλεύσαντα ἐν τῇ Θεσπρωτίδι ἠπείρῳ καὶ ἔργα πολλὰ ἐργασάμενον καὶ ἄξια μνήμης, ἃ ἐν τῷ λόγῳ τῷ ἐς Ἀθηναίους ἐδήλωσα, τοῦτον ἐς τὴν Ἄλτιν ἀνέθηκε Θρασύβουλος Ἠλεῖος. παρὰ δὲ τὸν Πύρρον ἀνὴρ μικρὸς αὐλοὺς ἔχων ἐστὶν ἐκτετυπωμένος ἐπὶ στήλῃ. τούτῳ Πυθικαὶ νῖκαι γεγόνασι τῷ ἀνδρὶ δευτέρῳ μετὰ Σακάδαν τὸν Ἀργεῖον·
14.10 Σακάδας μὲν γὰρ τὸν ἀγῶνα τὸν τεθέντα ὑπὸ Ἀμφικτυόνων οὐκ ὄντα πω στεφανίτην καὶ ἐπʼ ἐκείνῳ στεφανίτας δύο ἐνίκησε, Πυθόκριτος δὲ ὁ Σικυώνιος τὰς ἐφεξῆς τούτων πυθιάδας ἕξ, μόνος δὴ οὗτος αὐλητής· δῆλα δὲ ὅτι καὶ ἐν τῷ ἀγῶνι τῷ Ὀλυμπίασιν ἐπηύλησεν ἑξάκις τῷ πεντάθλῳ. Πυθοκρίτῳ μὲν γέγονεν ἀντὶ τούτων ἡ ἐν Ὀλυμπίᾳ στήλη καὶ ἐπίγραμμα ἐπʼ αὐτῇ, Πυθοκρίτου τοῦ Καλλινίκου μνᾶμα ταὐλητᾶ τάδε· ἀνέθεσαν δὲ καὶ τὸ κοινὸν τὸ Αἰτωλῶν Κύλωνα, ὃς

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi