Kitap 6
21.1
τὸ δὲ ἕτερον τοῦ ἱπποδρόμου μέρος οὐ χῶμα γῆς ἐστιν, ὄρος δὲ οὐχ ὑψηλόν. ἐπὶ τῷ πέρατι τοῦ ὄρους ἱερὸν πεποίηται Δήμητρι ἐπίκλησιν Χαμύνῃ· καὶ οἱ μὲν ἀρχαῖον τὸ ὄνομα ἥγηνται, χανεῖν γὰρ τὴν γῆν ἐνταῦθα τὸ ἅρμα τοῦ Ἅιδου καὶ αὖθις μύσαι· οἱ δὲ Χάμυνον ἄνδρα Πισαῖον Πανταλέοντι ἐναντιούμενον τῷ Ὀμφαλίωνος τυραννοῦντι ἐν Πίσῃ καὶ ἀπόστασιν βουλεύοντι ἀπὸ Ἠλείων, ἀποθανεῖν φασιν αὐτὸν ὑπὸ τοῦ Πανταλέοντος καὶ ἀπὸ τοῦ Χαμύνου τῆς οὐσίας τῇ Δήμητρι οἰκοδομηθῆναι τὸ ἱερόν.
21.2
ἀγάλματα δὲ ἀντὶ τῶν ἀρχαίων Κόρην καὶ Δήμητρα λίθου τοῦ Πεντελῆσιν Ἀθηναῖος ἀνέθηκεν Ἡρώδης. ἐν τῷ γυμνασίῳ τῷ ἐν Ὀλυμπίᾳ πεντάθλοις μὲν καθεστήκασιν ἐν αὐτῷ καὶ δρομεῦσιν αἱ μελέται, κρηπὶς δὲ ἐν τῷ ὑπαίθρῳ λίθου πεποίηται· τὸ δὲ ἐξ ἀρχῆς καὶ τρόπαιον κατὰ Ἀρκάδων ἐπὶ τῇ κρηπῖδι εἱστήκει. ἔστι δὲ καὶ ἄλλος ἐλάσσων περίβολος ἐν ἀριστερᾷ τῆς ἐσόδου τῆς ἐς τὸ γυμνάσιον, καὶ αἱ παλαῖστραι τοῖς ἀθληταῖς εἰσιν ἐνταῦθα· τῆς στοᾶς δὲ τῆς πρὸς ἀνίσχοντα ἥλιον τοῦ γυμνασίου προσεχεῖς τῷ τοίχῳ τῶν ἀθλητῶν εἰσιν αἱ οἰκήσεις, ἐπί τε ἄνεμον τετραμμέναι Λίβα καὶ ἡλίου δυσμάς.
21.3
διαβάντων δὲ τὸν Κλάδεον τάφος τε Οἰνομάου γῆς χῶμα περιῳκοδομημένον λίθοις ἐστὶ καὶ ὑπὲρ τοῦ μνήματος ἐρείπια οἰκοδομημάτων, ἔνθα τῷ Οἰνομάῳ τὰς ἵππους αὐλίζεσθαι λέγουσιν. ὅροι δὲ πρὸς Ἀρκάδας τῆς χώρας τὰ μὲν παρόντα Ἠλείοις, τὰ δὲ ἐξ ἀρχῆς οἱ αὐτοὶ Πισαίοις καθεστήκεσαν ἀνέχοντες κατὰ τάδε. διαβάντων δὲ ποταμὸν Ἐρύμανθον κατὰ τὴν Σαύρου καλουμένην δειράδα τοῦ Σαύρου τε μνῆμα καὶ ἱερόν ἐστιν Ἡρακλέους, ἐρείπια ἐφʼ ἡμῶν· λέγουσι δὲ ὡς ὁδοιπόρους τε καὶ τοὺς προσοικοῦντας ὁ Σαῦρος ἐκακούργει, πρὶν ἢ παρὰ Ἡρακλέους τὴν δίκην ἔσχε.
21.4
κατὰ ταύτην τὴν ἐπώνυμον τοῦ λῃστοῦ δειράδα ποταμὸς ἀπὸ μεσημβρίας κατιὼν ἐς τὸν Ἀλφειὸν καταντικρὺ τοῦ Ἐρυμάνθου μάλιστα, οὗτός ἐστιν ὁ τὴν Πισαίαν πρὸς Ἀρκάδας διορίζων, ὄνομα δέ οἱ Διάγων. τεσσαράκοντα δὲ ἀπὸ τῆς Σαύρου δειράδος προελθόντι στάδια ἔστιν Ἀσκληπιοῦ ναός, ἐπίκλησιν μὲν Δημαινέτου ἀπὸ τοῦ ἱδρυσαμένου, ἐρείπια δὲ καὶ αὐτός· ᾠκοδομήθη δὲ ἐπὶ τοῦ ὑψηλοῦ παρὰ τὸν Ἀλφειόν.