Kitap 7
1.5
τότε δὲ ἐπὶ τῆς Ἴωνος βασιλείας πολεμησάντων Ἀθηναίοις Ἐλευσινίων καὶ Ἀθηναίων Ἴωνα ἐπαγαγομένων ἐπὶ ἡγεμονίᾳ τοῦ πολέμου, τὸν μὲν ἐν τῇ Ἀττικῇ τὸ χρεὼν ἐπιλαμβάνει, καὶ Ἴωνος ἐν τῷ δήμῳ μνῆμα τῷ Ποταμίων ἐστίν· οἱ δὲ ἀπόγονοι τοῦ Ἴωνος τὸ Ἰώνων ἔσχον κράτος, ἐς ὃ ὑπʼ Ἀχαιῶν ἐξέπεσον καὶ αὐτοὶ καὶ ὁ δῆμος. τοῖς δὲ Ἀχαιοῖς τηνικαῦτα ὑπῆρξε καὶ αὐτοῖς ἐκ Λακεδαίμονος καὶ Ἄργους ὑπὸ Δωριέων ἐξεληλάσθαι·
1.6
τὰ δὲ ἐς Ἴωνας καὶ Ἀχαιούς, ὁπόσα ἐπράχθη σφίσιν ἐπʼ ἀλλήλους, ἐπέξεισιν αὐτίκα ὁ λόγος μοι προδιηγησαμένῳ καθʼ ἥντινα αἰτίαν τοῖς Λακεδαίμονα οἰκοῦσι καὶ Ἄργος πρὸ τῆς τῶν Δωριέων καθόδου μόνοις Πελοποννησίων ὑπῆρξεν Ἀχαιοῖς καλεῖσθαι. Ἄρχανδρος Ἀχαιοῦ καὶ Ἀρχιτέλης ἐς Ἄργος ἀφίκοντο ἐκ τῆς Φθιώτιδος, ἐλθόντες δὲ ἐγένοντο Δαναοῦ γαμβροί, καὶ Αὐτομάτην μὲν Ἀρχιτέλης, Σκαιὰν δὲ ἔλαβεν Ἄρχανδρος. δηλοῦσι δὲ ἐν Ἄργει καταμείναντες οὐχ ἥκιστα ἐν τῷδε· Μετανάστην γὰρ τῷ παιδὶ ὄνομα ἔθετο Ἄρχανδρος.
1.7
δυνηθέντων δὲ ἔν τε Ἄργει καὶ Λακεδαίμονι τῶν Ἀχαιοῦ παίδων, τοὺς ἀνθρώπους τοὺς ἐνταῦθα ἐξενίκησεν Ἀχαιοὺς κληθῆναι· τοῦτο μέν σφισιν ὄνομα ἦν ἐν κοινῷ, Δαναοὶ δὲ Ἀργείοις ἰδίᾳ. τότε δὲ ὑπὸ Δωριέων ἐκπεπτωκότες ἔκ τε Ἄργους καὶ ἐκ Λακεδαίμονος ἐπεκηρυκεύοντο Ἴωσιν αὐτοί τε καὶ ὁ βασιλεὺς Τισαμενὸς ὁ Ὀρέστου γενέσθαι σύνοικοί σφισιν ἄνευ πολέμου· τῶν δὲ Ἰώνων τοὺς βασιλέας ὑπῄει δέος, μὴ Ἀχαιῶν ἀναμιχθέντων αὐτοῖς Τισαμενὸν ἐν κοινῷ βασιλέα ἕλωνται κατά τε ἀνδραγαθίαν καὶ γένους δόξαν.
1.8
Ἰώνων δὲ οὐ προσεμένων τοὺς Ἀχαιῶν λόγους ἀλλὰ ἐπεξελθόντων σὺν ὅπλοις, Τισαμενὸς μὲν ἔπεσεν ἐν τῇ μάχῃ, Ἴωνας δὲ Ἀχαιοὶ κρατήσαντες ἐπολιόρκουν καταπεφευγότας ἐς Ἑλίκην καὶ ὕστερον ἀφιᾶσιν ἀπελθεῖν ὑποσπόνδους. Τισαμενοῦ δὲ τὸν νεκρὸν Ἀχαιῶν ἐν Ἑλίκῃ θαψάντων, ὕστερον χρόνῳ Λακεδαιμόνιοι τοῦ ἐν Δελφοῖς σφισιν ἀνειπόντος χρηστηρίου κομίζουσι τὰ ὀστᾶ ἐς Σπάρτην, καὶ ἦν καὶ ἐς ἐμὲ ἔτι αὐτῷ τάφος, ἔνθα τὰ δεῖπνα Λακεδαιμονίοις ἐστὶ τὰ Φειδίτια καλούμενα.