Kitap 7
16.6
οὗτος μὲν δὴ ἀγαθὴν δόξαν Ἀθηναίοις καὶ αὑτῷ κτώμενος περιεποίησέ τε ὧν ἦρχε καὶ ἐτελεύτησεν αὐτὸς ἑκουσίως· Δίαιος δὲ Ἀχαιοὺς ἀπολωλεκὼς Μεγαλοπολίταις κακῶν τῶν ἐφεστηκότων ἧκεν ἄγγελος, ἀποκτείνας δὲ αὐτοχειρὶ τὴν γυναῖκα, ἵνα δὴ μὴ γένοιτο αἰχμάλωτος, τελευτᾷ πιὼν φάρμακον, ἐοικυῖαν μὲν παρασχόμενος Μεναλκίδᾳ τὴν ἐς χρήματα πλεονεξίαν, ἐοικυῖαν δὲ καὶ τὴν ἐς τὸν θάνατον δειλίαν.
16.7
Ἀχαιῶν δὲ οἱ ἐς Κόρινθον ἀποσωθέντες μετὰ τὴν μάχην ἀπεδίδρασκον ὑπὸ νύκτα εὐθύς· ἀπεδίδρασκον δὲ καὶ αὐτῶν Κορινθίων οἱ πολλοί. Μόμμιος δὲ τὸ μὲν παραυτίκα, ἀναπεπταμένων ὅμως τῶν πυλῶν, ἐπεῖχεν ἐς τὴν Κόρινθον παρελθεῖν, ὑποκαθῆσθαί τινα ἐντὸς τοῦ τείχους ὑποπτεύων ἐνέδραν· τρίτῃ δὲ ἡμέρᾳ μετὰ τὴν μάχην ᾕρει τε κατὰ κράτος καὶ ἔκαιε Κόρινθον.
16.8
τῶν δὲ ἐγκαταληφθέντων τὸ μὲν πολὺ οἱ Ῥωμαῖοι φονεύουσι, γυναῖκας δὲ καὶ παῖδας ἀπέδοτο Μόμμιος· ἀπέδοτο δὲ καὶ οἰκέτας, ὅσοι τῶν ἐς ἐλευθερίαν ἀφεθέντων καὶ μαχεσαμένων μετὰ Ἀχαιῶν μὴ εὐθὺς ὑπὸ τοῦ πολέμου τὸ ἔργον ἐτεθνήκεσαν. ἀναθημάτων δὲ καὶ τοῦ ἄλλου κόσμου τὰ μὲν μάλιστα ἀνήκοντα ἐς θαῦμα ἀνήγετο, τὰ δὲ ἐκείνοις οὐχ ὁμοίου λόγου Φιλοποίμενι ὁ Μόμμιος τῷ παρʼ Ἀττάλου στρατηγῷ δίδωσι· καὶ ἦν Περγαμηνοῖς καὶ ἐς ἐμὲ ἔτι λάφυρα Κορίνθια.
16.9
πόλεων δέ, ὅσαι Ῥωμαίων ἐναντία ἐπολέμησαν, τείχη μὲν ὁ Μόμμιος κατέλυε καὶ ὅπλα ἀφῃρεῖτο πρὶν ἢ καὶ συμβούλους ἀποσταλῆναι παρὰ Ῥωμαίων· ὡς δὲ ἀφίκοντο οἱ σὺν αὐτῷ βουλευσόμενοι, ἐνταῦθα δημοκρατίας μὲν κατέπαυε, καθίστα δὲ ἀπὸ τιμημάτων τὰς ἀρχάς· καὶ φόρος τε ἐτάχθη τῇ Ἑλλάδι καὶ οἱ τὰ χρήματα ἔχοντες ἐκωλύοντο ἐν τῇ ὑπερορίᾳ κτᾶσθαι· συνέδριά τε κατὰ ἔθνος τὰ ἑκάστων, Ἀχαιῶν καὶ τὸ ἐν Φωκεῦσιν ἢ Βοιωτοῖς ἢ ἑτέρωθί που τῆς Ἑλλάδος, κατελέλυτο ὁμοίως πάντα.