Thesauros Edebiyat geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Kitap 7

25.4 ἐγένετο δὲ τῆς Ἑλίκης ἀπώλεια Ἀστείου μὲν Ἀθήνῃσιν ἔτι ἄρχοντος, τετάρτῳ δὲ ἔτει τῆς πρώτης Ὀλυμπιάδος ἐπὶ ταῖς ἑκατόν, ἣν Δάμων Θούριος ἐνίκα τὸ πρῶτον. Ἑλικαέων δὲ οὐκέτι ὄντων νέμονται τὴν χώραν οἱ Αἰγιεῖς.
25.5 μετὰ δὲ Ἑλίκην ἀποτραπήσῃ τε ἀπὸ θαλάσσης ἐς δεξιὰν καὶ ἥξεις ἐς πόλισμα Κερύνειαν· ᾤκισται δὲ ὑπὲρ τὴν λεωφόρον ἐν ὄρει, καί οἱ τὸ ὄνομα ἢ δυνάστης ἐπιχώριος ἢ ὁ Κερυνίτης ποταμὸς πεποίηκεν, ὃς ἐξ Ἀρκαδίας καὶ ὄρους Κερυνείας ῥέων Ἀχαιοὺς τοὺς ταύτῃ παρέξεισι. παρὰ τούτους σύνοικοι Μυκηναῖοι κατὰ συμφορὰν ἀφίκοντο ἐκ τῆς Ἀργολίδος. Μυκηναίοις μὲν γὰρ τὸ μὲν τεῖχος ἁλῶναι κατὰ τὸ ἰσχυρὸν οὐκ ἐδύνατο ὑπὸ Ἀργείων, ἐτετείχιστο γὰρ κατὰ ταὐτὰ
25.6 τῷ ἐν Τίρυνθι ὑπὸ τῶν Κυκλώπων καλουμένων, κατὰ ἀνάγκην δὲ ἐκλείπουσι Μυκηναῖοι τὴν πόλιν ἐπιλειπόντων σφᾶς τῶν σιτίων, καὶ ἄλλοι μέν τινες ἐς Κλεωνὰς ἀποχωροῦσιν ἐξ αὐτῶν, τοῦ δήμου δὲ πλέον μὲν ἥμισυ ἐς Μακεδονίαν καταφεύγουσι παρὰ Ἀλέξανδρον, ᾧ Μαρδόνιος ὁ Γωβρύου τὴν ἀγγελίαν ἐπίστευσεν ἐς Ἀθηναίους ἀπαγγεῖλαι· ὁ δὲ ἄλλος δῆμος ἀφίκοντο ἐς τὴν Κερύνειαν, καὶ δυνατωτέρα τε ἡ Κερύνεια οἰκητόρων πλήθει καὶ ἐς τὸ ἔπειτα ἐγένετο ἐπιφανεστέρα διὰ τὴν συνοίκησιν τῶν Μυκηναίων.
25.7 ἐν Κερυνείᾳ δὲ ἱερόν ἐστιν Εὐμενίδων· ἱδρύσασθαι δὲ αὐτὸ Ὀρέστην λέγουσιν. ὃς δʼ ἂν ἐνταῦθα ἢ αἵματι ἢ ἄλλῳ τῳ μιάσματι ἔνοχος ἢ καὶ ἀσεβὴς ἐσέλθῃ θέλων θεάσασθαι, αὐτίκα λέγεται δείμασιν ἐκτὸς τῶν φρενῶν γίνεσθαι· καὶ τοῦδε ἕνεκα οὐ τοῖς πᾶσιν ἡ ἔσοδος οὐδὲ ἐξ ἐπιδρομῆς ἐστι. τοῖς μὲν δὴ ἀγάλμασι ξύλων εἰργασμένοις μέγεθός εἰσιν οὐ μεγάλοι, κατὰ δὲ τὴν ἔσοδον ἐς τὸ ἱερὸν γυναικῶν εἰκόνες λίθου τέ εἰσιν εἰργασμέναι καὶ ἔχουσαι τέχνης εὖ· ἐλέγοντο δὲ ὑπὸ τῶν ἐπιχωρίων ἱέρειαι ταῖς Εὐμενίσιν αἱ γυναῖκες γενέσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi