Thesauros Edebiyat geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Kitap 7

3.6 Τέων δὲ ᾤκουν μὲν Ὀρχομένιοι Μινύαι σὺν Ἀθάμαντι ἐς αὐτὴν ἐλθόντες· λέγεται δὲ ὁ Ἀθάμας οὗτος ἀπόγονος Ἀθάμαντος εἶναι τοῦ Αἰόλου. ἀναμεμιγμένοι μὲν τῷ Ἑλληνικῷ καὶ ἐνταῦθα ἦσαν οἱ Κᾶρες· ἐσήγαγε δὲ Ἴωνας ἐς τὴν Τέων Ἄποικος ἀπόγονος Μελάνθου τέταρτος, ὃς τοῖς Ὀρχομενίοις οὐδὲ τοῖς Τηίοις νεώτερον ἐβούλευσεν οὐδέν. ἔτεσι δὲ οὐ πολλοῖς ὕστερον ἔκ τε Ἀθηναίων καὶ ἐκ Βοιωτίας ἀφίκοντο ἄνδρες· ἡγοῦντο δὲ τοῦ μὲν Ἀττικοῦ Δάμασος καὶ Νάοκλος Κόδρου παῖδες, τῶν δὲ Βοιωτῶν Γέρης Βοιωτός· καὶ σφᾶς συναμφοτέρους ὅ τε Ἄποικος καὶ οἱ Τήιοι συνοίκους ἐδέξαντο.
3.7 Ἐρυθραῖοι δὲ τὸ μὲν ἐξ ἀρχῆς ἀφικέσθαι σὺν Ἐρύθρῳ τῷ Ῥαδαμάνθυός φασιν ἐκ Κρήτης καὶ οἰκιστὴν τῇ πόλει γενέσθαι τὸν Ἔρυθρον· ἐχόντων δὲ αὐτὴν ὁμοῦ τοῖς Κρησὶ Λυκίων καὶ Καρῶν τε καὶ Παμφύλων, Λυκίων μὲν κατὰ συγγένειαν τὴν Κρητῶν —καὶ γὰρ οἱ Λύκιοι τὸ ἀρχαῖόν εἰσιν ἐκ Κρήτης, οἳ Σαρπηδόνι ὁμοῦ ἔφυγον—, Καρῶν δὲ κατὰ φιλίαν ἐκ παλαιοῦ πρὸς Μίνω, Παμφύλων δὲ ὅτι γένους μέτεστιν Ἑλληνικοῦ καὶ τούτοις—εἰσὶ γὰρ δὴ καὶ οἱ Πάμφυλοι τῶν μετὰ ἅλωσιν Ἰλίου πλανηθέντων σὺν Κάλχαντι—, τούτων τῶν κατειλεγμένων ἐχόντων Ἐρυθράς, Κλέοπος ὁ Κόδρου συλλέξας ἐξ ἁπασῶν τῶν ἐν Ἰωνίᾳ πόλεων ὅσους δὴ παρὰ ἑκάστων ἐπεισήγαγεν Ἐρυθραίοις συνοίκους.
3.8 Κλαζομενίοις δὲ καὶ Φωκαεῦσι, πρὶν μὲν ἢ Ἴωνας ἐς τὴν Ἀσίαν ἐλθεῖν, οὐκ ᾠκοῦντο αἱ πόλεις· Ἰώνων δὲ ἀφικομένων μοῖρα ἐξ αὐτῶν πλανωμένη μετεπέμψατο ἡγεμόνα παρὰ Κολοφωνίων Πάρφορον, καὶ πόλιν κτίσαντες ὑπὸ τῇ Ἴδῃ τὴν μὲν οὐ μετὰ πολὺ ἐκλείπουσιν, ἐπανιόντες δὲ ἐς Ἰωνίαν Σκύππιον τῆς Κολοφωνίας ἔκτισαν.
3.9 ἀπελθόντες δὲ ἑκουσίως καὶ ἐκ τῆς Κολοφωνίας, οὕτω γῆν τε ἔσχον, ἣν καὶ νῦν ἔτι ἔχουσι, καὶ κατεσκευάσαντο ἐν τῇ ἠπείρῳ Κλαζομενὰς πόλιν· ἐς δὲ τὴν νῆσον διέβησαν δὴ κατὰ τὸ Περσῶν δέος. Ἀλέξανδρος δὲ ἀνὰ χρόνον ἔμελλεν ὁ Φιλίππου χερρόνησον Κλαζομενὰς ἐργάσεσθαι χώματι ἐς τὴν νῆσον ἐκ τῆς ἠπείρου. τούτων τῶν Κλαζομενίων τὸ πολὺ οὐκ Ἴωνες, Κλεωναῖοι δὲ ἦσαν καὶ ἐκ Φλιοῦντος, ὅσοι Δωριέων ἐς Πελοπόννησον κατελθόντων ἐξέλιπον τὰς πόλεις·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi