Thesauros Edebiyat geography Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως

Ἑλλάδος Περιηγήσεως Pausanias

Kitap 8

10.3 ἐσόδου δὲ ἐς αὐτὸ εἴργοντες ἀνθρώπους ἔρυμα μὲν πρὸ τῆς ἐσόδου προεβάλοντο οὐδέν, μίτον δὲ διατείνουσιν ἐρεοῦν, τάχα μέν που τοῖς τότε ἄγουσι τὰ θεῖα ἐν τιμῇ δεῖμα καὶ τοῦτο ἔσεσθαι νομίζοντες, τάχα δʼ ἄν τι μετείη καὶ ἰσχύος τῷ μίτῳ. φαίνεται δὲ καὶ Αἴπυτος ὁ Ἱππόθου μήτε πηδήσας ὑπὲρ τὸν μίτον μήτε ὑποδύς, διακόψας δὲ αὐτὸν ἐσελθὼν ἐς τὸ ἱερόν· καὶ ποιήσας οὐχ ὅσια ἐτυφλώθη τε ἐμπεσόντος ἐς τοὺς ὀφθαλμοὺς αὐτῷ τοῦ κύματος καὶ αὐτίκα ἐπιλαμβάνει τὸ χρεὼν αὐτόν.
10.4 θαλάσσης δὲ ἀναφαίνεσθαι κῦμα ἐν τῷ ἱερῷ λόγος ἐστὶν ἀρχαῖος· ἐοικότα δὲ καὶ Ἀθηναῖοι λέγουσιν ἐς τὸ κῦμα τὸ ἐν ἀκροπόλει καὶ Καρῶν οἱ Μύλασα ἔχοντες ἐς τοῦ θεοῦ τὸ ἱερόν, ὃν φωνῇ τῇ ἐπιχωρίᾳ καλοῦσιν Ὀσογῶα. Ἀθηναίοις μὲν δὴ σταδίους μάλιστα εἴκοσιν ἀφέστηκε τῆς πόλεως ἡ πρὸς Φαληρῷ θάλασσα, ὡσαύτως δὲ καὶ Μυλασεῦσιν ἐπίνειον σταδίους ὀγδοήκοντα ἀπέχον ἐστὶν ἀπὸ τῆς πόλεως· Μαντινεῦσι δὲ ἐκ μακροτάτων τε ἡ θάλασσα ἄνεισι καὶ ἐκφανέστατα δὴ κατὰ τοῦ θεοῦ γνώμην.
10.5 πέραν δὲ τοῦ ἱεροῦ τοῦ Ποσειδῶνος τρόπαιόν ἐστι λίθου πεποιημένον ἀπὸ Λακεδαιμονίων καὶ Ἄγιδος· λέγεται δὲ καὶ ὁ τρόπος τῆς μάχης. τὸ μὲν δεξιὸν εἶχον οἱ Μαντινεῖς αὐτοί, στρατιάν τε ἀπὸ πάσης ἡλικίας καὶ στρατηγὸν παρεχόμενοι Ποδάρην ἀπόγονον τρίτον Ποδάρου τοῦ Θηβαίοις ἐναντία ἀγωνισαμένου, παρῆν δέ σφισι καὶ μάντις Ἠλεῖος Θρασύβουλος Αἰνέου τῶν Ἰαμιδῶν—οὗτος ὁ ἀνὴρ νίκην τε τοῖς Μαντινεῦσι προηγόρευσε καὶ αὐτός σφισι τοῦ ἔργου μετέσχεν—·
10.6 ἐπὶ δὲ τῷ εὐωνύμῳ πᾶν τὸ ἄλλο Ἀρκαδικὸν ἐτάσσοντο, ἄρχοντες δὲ κατὰ πόλεις τε ἦσαν καὶ Μεγαλοπολιτῶν Λυδιάδης καὶ Λεωκύδης· Ἀράτῳ δὲ ἐπετέτραπτο καὶ Σικυωνίοις τε καὶ Ἀχαιοῖς τὸ μέσον. Λακεδαιμόνιοι δὲ καὶ Ἆγις ἐπεξέτειναν τὴν φάλαγγα, ὡς τῶν ἐναντίων τῷ στρατεύματι ἀντιπαρήκοιεν· τὸ μέσον δὲ Ἆγις καὶ οἱ περὶ τὸν βασιλέα εἶχον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi