Kitap 8
15.6
τέθαπται δὲ Τελαμὼν ἐγγύτατα τοῦ ποταμοῦ τοῦ Ἀροανίου, ἀπωτέρω μικρὸν ἢ ἔστι τὸ ἱερὸν τοῦ Ἀπόλλωνος, Χαλκώδων δὲ οὐ πόρρω κρήνης καλουμένης Οἰνόης. τὸν μὲν δὴ Ἐλεφήνορος τοῦ Εὐβοεῦσιν ἐς Ἴλιον ἡγησαμένου καὶ τὸν Αἴαντός τε καὶ Τεύκρου, τούτων μὲν τοὺς πατέρας οὐκ ἀποδέξαιτο ἄν τις ἐν τούτῳ πεσεῖν τῷ ἀγῶνι· πῶς μὲν γὰρ ἂν συνεπελάβετο Ἡρακλεῖ τοῦ ἔργου Χαλκώδων, ὃν πρότερον ἔτι ἀποκτεῖναι Ἀμφιτρύωνα καὶ μαρτυρεῖται καὶ πιστεύειν ἄξιά ἐστιν ἐν Θήβαις;
15.7
πῶς δὲ Τεῦκρος ᾤκισεν ἂν Σαλαμῖνα ἐν Κύπρῳ πόλιν, μηδενὸς ὡς ἀνέστρεψεν ἐκ Τροίας ἐκβαλόντος ἐκ τῆς οἰκείας; τίς δʼ ἂν ἐξήλασεν ἄλλος πλὴν ὁ Τελαμὼν αὐτόν; δῆλα οὖν ἐστι Χαλκώδοντα οὐ τὸν ἐξ Εὐβοίας καὶ Τελαμῶνα οὐ τὸν Αἰγινήτην ἐπὶ Ἠλείους Ἡρακλεῖ μετεσχηκέναι τῆς στρατείας· ὁμώνυμοι δὲ ἐπιφανέσιν ἄνδρες ἀφανέστεροι καὶ ἐφʼ ἡμῶν ἔτι καὶ τὸν ἅπαντα ἐγίνοντο ὁμοίως χρόνον.
15.8
Φενεάταις δὲ πρὸς τὸ Ἀχαϊκὸν τὸ ὅμορον οὐ καθʼ ἓν ὅροι τῆς γῆς εἰσιν, ἀλλὰ πρὸς μὲν Πελλήνην ὁ καλούμενος Πωρίνας, πρὸς δὲ τὴν Αἰγειρᾶτιν †τὸ ἐπʼ Ἄρτεμιν. ἐν δὲ αὐτῶν Φενεατῶν τῇ χώρᾳ μετὰ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Πυθίου προήξεις τε οὐκ ἐπὶ πολὺ καὶ ἐντὸς ἔσῃ τῆς ὁδοῦ τῆς ἐπὶ τὸ ὄρος ἀγούσης τὴν Κρᾶθιν.
15.9
ἐν τούτῳ τῷ ὄρει τοῦ ποταμοῦ τοῦ Κράθιδός εἰσιν αἱ πηγαί· ῥεῖ δὲ ἐς θάλασσαν παρὰ Αἰγάς, ἔρημον τὰ ἐπʼ ἐμοῦ χωρίον, τὰ δὲ παλαιότερα Ἀχαιῶν πόλιν. ἀπὸ τούτου δὲ καλεῖται τοῦ Κράθιδος καὶ ἐν Ἰταλίᾳ ποταμὸς ἐν γῇ τῇ Βρεττίων· ἐν δὲ τῇ Κράθιδι τῷ ὄρει Πυρωνίας ἱερόν ἐστιν Ἀρτέμιδος, καὶ τὰ ἔτι ἀρχαιότερα παρὰ τῆς θεοῦ ταύτης ἐπήγοντο Ἀργεῖοι πῦρ ἐς τὰ Λερναῖα.
16.1
ἐκ δὲ Φενεοῦ πρὸς ἥλιον ἰόντι ἀνίσχοντα ὄρους ἐστὶν ἄκρα Γερόντειον καὶ κατὰ ταύτην ὁδός· Φενεάταις δὲ ὅροι πρὸς Στυμφαλίους τῆς γῆς τοῦτό ἐστι τὸ Γερόντειον. τοῦ Γεροντείου δὲ ἐν ἀριστερᾷ διὰ τῆς Φενεατικῆς ὁδεύοντι ὄρη Φενεατῶν ἐστι Τρίκρηνα καλούμενα, καὶ εἰσὶν αὐτόθι κρῆναι τρεῖς· ἐν ταύταις λοῦσαι τεχθέντα Ἑρμῆν αἱ περὶ τὸ ὄρος λέγονται νύμφαι, καὶ ἐπὶ τούτῳ τὰς πηγὰς ἱερὰς Ἑρμοῦ νομίζουσιν.