Kitap 9
28.2
ἔστι μὲν δὴ ὁ ἰὸς τοῖς ἀγριωτάτοις τῶν ὄφεων καὶ ἄλλως ὀλέθριος ἔς τε ἀνθρώπους καὶ ζῷα ὁμοίως τὰ πάντα, συντελοῦσι δὲ οὐχ ἥκιστα ἐς ἰσχύν σφισι τοῦ ἰοῦ καὶ αἱ νομαί, ἐπεί τοι καὶ ἀνδρὸς ἀκούσας οἶδα Φοίνικος ὡς ἐν τῇ ὀρεινῇ τῇ Φοινίκης ἀγριωτέρους τοὺς ἔχεις ποιοῦσιν αἱ ῥίζαι. ἔφη δὲ ἄνθρωπον ἰδεῖν αὐτὸς ἀποφεύγοντα ὁρμὴν ἔχεως, καὶ τὸν μὲν ἐπί τι ἀναδραμεῖν δένδρον, τὸν δὲ ἔχιν, ὡς ἦλθεν ὕστερος, ἀποπνεῦσαι πρὸς τὸ δένδρον τοῦ ἰοῦ καὶ οὐ ζῆν ἔτι τὸν ἄνθρωπον.
28.3
τούτου μὲν τοιαῦτα ἤκουσα· ἐν δὲ τῇ χώρᾳ τῇ Ἀράβων ὅσοι τῶν ἔχεων περὶ τὰ δένδρα τὰ πάλσαμα οἰκοῦσι, τοιάδε ἄλλα ἐς αὐτοὺς συμβαίνοντα οἶδα. μέγεθος μὲν κατὰ μυρσίνης θάμνον τὰ πάλσαμά ἐστι, φύλλα δὲ αὐτοῖς κατὰ τὴν πόαν τὸ σάμψουχον· ἔχεων δὲ τῶν ἐν τῇ Ἀραβίᾳ κατὰ ποσοὺς καὶ πλείονες καὶ ἐλάσσονες ὑπὸ ἕκαστον αὐλίζονται δένδρον· τροφὴ γὰρ αὐτοῖς ὁ τῶν παλσάμων ἐστὶν ὀπὸς ἡδίστη, καὶ ἔτι καὶ ἄλλως τῇ σκιᾷ τῶν φυτῶν χαίρουσιν.
28.4
ἐπὰν οὖν συλλέγειν τοῦ παλσάμου τὸν ὀπὸν ἀφίκηται τοῖς Ἄραψιν ὥρα, ξύλων δύο ἕκαστος σκυτάλας ἐπὶ τοὺς ἔχεις ἐσφέρει, κροτοῦντες δὲ τὰ ξύλα ἀπελαύνουσι τοὺς ἔχεις· ἀποκτείνειν δὲ αὐτοὺς οὐκ ἐθέλουσιν ἱεροὺς τῶν παλσάμων νομίζοντες. ἢν δὲ καὶ ὑπὸ ἔχεων δηχθῆναί τῳ συμβῇ, τὸ μὲν τραῦμά ἐστιν ὁποῖον καὶ ὑπὸ σιδήρου, δεῖμα δὲ ἄπεστι τὸ ἀπὸ τοῦ ἰοῦ· ἅτε γὰρ σιτουμένοις τοῖς ἔχεσι μύρων τὸ εὐοσμότατον, μετακεράννυταί σφισιν ἐκ τοῦ θανατώδους ἐς τὸ ἠπιώτερον ὁ ἰός.
29.1
ταῦτα μὲν δὴ ἔχοντά ἐστιν οὕτω, θῦσαι δὲ ἐν Ἑλικῶνι Μούσαις πρώτους καὶ ἐπονομάσαι τὸ ὄρος ἱερὸν εἶναι Μουσῶν Ἐφιάλτην καὶ Ὦτον λέγουσιν, οἰκίσαι δὲ αὐτοὺς καὶ Ἄσκρην· καὶ δὴ καὶ Ἡγησίνους ἐπὶ τῷδε ἐν τῇ Ἀτθίδι ἐποίησεν, Ἄσκρῃ δʼ αὖ παρέλεκτο Ποσειδάων ἐνοσίχθων, ἣ δή οἱ τέκε παῖδα περιπλομένων ἐνιαυτῶν Οἴοκλον, ὃς πρῶτος μετʼ Ἀλωέος ἔκτισε παίδων Ἄσκρην, ἥ θʼ Ἑλικῶνος ἔχει πόδα πιδακόεντα. Hegesinus Atthis, unknown location.