I
Οὐολοῦσκοι δὲ τοῖς πταίσμασι τῶν γειτόνων οὐ καταπλαγέντες ἐστράτευον ἐπὶ Ῥωμαίους, καὶ ἐπολιόρκουν τοὺς αὐτῶν κληρούχους.
II
ὁ δὲ δῆμος τὸν Μάρκιον μετιόντα τὴν ὑπατείαν οὐκ ἐχειροτόνησεν, οὐ τὸν ἄνδρα ἀπαξιῶν, ἀλλὰ τὸ φρόνημα δεδιὼς αὐτοὺ.
III
ο Μάρκιος πιμπράμενος ἐπὶ Ῥωμαίοις, φυγὴν καταδικασθείς, καὶ μικρὸν ἐς αὐτοὺς οὐδὲν ἐπινοῶν ἐς Οὐολούσκους ἐτράπετο.
IV
ὅτι πατρίδα καὶ γένος ἀλλαξάμενος ἥκοι, τὸ μηδὲν ἡγησάμενος, καὶ τὰ τῶν Οὐολούσκων ἀντὶ τῆς πατρίδος αἱρήσεσθαι βουληθείς.
V
ὅτι τοῦ Μαρκίου φυγαδευθέντος καὶ ἐς Οὐολούσκους καταφυγόντος καὶ κατὰ Ῥωμαίων ἐκστρατεύσαντος καὶ τεσσαράκοντα σταδίους ἀποσχόντος ἀπὸ τοῦ ἄστεος καὶ στρατοπεδεύσαντος, ὁ δῆμος ἠπείλει τῇ βουλῇ παραδώσειν τὰ τείχη τοῖς πολεμίοις, εἰ μὴ πρεσβεύσοιντο περὶ διαλλαγῶν πρὸς Μάρκιον. ἡ δὲ μόλις ἐξέπεμψεν αὐτοκράτορας εἰρήνης πέρι Ῥωμαίοις πρεπούσης, οἳ προελθόντες ἐς τὸ Οὐολούσκων στρατόπεδον Μαρκίῳ μετὰ Οὐολούσκων ἀκροωμένῳ προύτειναν ἀμνηστίαν καὶ κάθοδον, εἰ καταλύσει τὸν πόλεμον, τῆς τε βουλῆς αὐτὸν ὑπεμίμνησκον ὡς οὐχ ἁμαρτούσης ἐς αὐτόν. ὁ δὲ πολλὰ τοῦ δήμου κατηγορήσας περὶ ὧν ἐς αὐτὸν καὶ Οὐολούσκους ἐξημαρτήκεσαν, ἐπηγγέλλετο ὅμως Οὐολούσκους αὐτοῖς διαλλάξειν, ἂν ἥν τε γῆν ἔχουσι Οὐολούσκων καὶ τὰς πόλεις ἀποδῶσι, καὶ ποιήσωνται πολίτας ὥσπερ Λατίνους. ἕως δʼ ἂν ἔχωσι τὰ τῶν κρατούντων οἱ κρατούμενοι, οὐχ ὁρᾶν τίνες αὐτοῖς ἔσονται διαλύσεις. ταῦτα μετοίσοντας ἀπέλυε τοὺς πρέσβεις, καὶ τριάκοντα ἡμέρας ἐς τὴν σκέψιν ἐδίδου. τραπεὶς δʼ ἐπὶ τοὺς ἄλλους Λατίνους ἑπτὰ πόλεις αὐτῶν εἷλε ταῖς τριάκοντα ἡμέραις, καὶ ἧκεν ἐπὶ τὰς ἀποκρίσεις.