Thesauros Edebiyat Tarih ἐκ τῆς Σαυνιτικῆς

ἐκ τῆς Σαυνιτικῆς

ἐκ τῆς Σαυνιτικῆς Appianus of Alexandria
I ὅτι οἱ Ῥωμαίων στρατηγοὶ Κορνήλιος καὶ Κορουῖνος, καὶ Δέκιος δημότης, Σαυνίτας νικήσαντες ὑπέλιπον Καμπανοῖς φύλακας πρὸς τὰς Σαυνιτῶν ἐπιδρομάς. οἱ δὲ φύλακες οἵδε Καμπανοῖς ἁβροδιαίτοις καὶ πολυτελέσιν οὖσι κοινωνοῦντες ἐφθείροντο τὰς γνώμας, καὶ ἐφθόνουν ὧν ἔχουσιν ἀγαθῶν, αὐτοὶ πενόμενοι καὶ τὰ χρέα δεδιότες τὰ ἐν Ῥώμῃ. τέλος δὲ ἐπεβούλευον τοὺς ξένους ἑαυτῶν ἀνελόντες ἕκαστοι τὴν περιουσίαν κατασχεῖν καὶ τὰς γυναῖκας ἐς γάμον προσαγαγέσθαι. καὶ τάχα ἂν ἔπραξαν αἰσχρὸν οὕτω μύσος, εἰ μὴ Μάμερκος, ἕτερος Ῥωμαίων στρατηγός, ἐπὶ Σαυνίτας ὁδεύων ἔμαθε τὸ βούλευμα τῶν φυλάκων, καὶ ἐπικρύψας τοὺς μὲν αὐτῶν ἐξώπλισε καὶ ἀφῆκεν οἷα κεκμηκότας, τοὺς δὲ πονηροτέρους ἐκέλευσεν ἐς Ῥώμην ἐπί τινα χρείαν ἐπείγεσθαι, χιλίαρχόν τε αὐτοῖς συνέπεμψεν, ᾧ εἴρητο ἀφανῶς αὐτοὺς φυλάσσειν. ἑκάτεροι δʼ ὑπώπτευον μεμηνῦσθαι, καὶ περὶ Ταρρακίνην ἀφίστανταί τε τοῦ χιλιάρχου, καὶ τοὺς ἐπὶ τῶν ἔργων ἐν τοῖς ἀγροῖς δεδεμένους ἐκλύσαντες, καὶ ὁπλίσαντες ὡς ἐδύναντο, ἤλαυνον ἐς Ῥώμην ὁμοῦ δισμύριοι γεγονότες.
1 / 14 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi