IV
ὁ δὲ τῷ πατρὶ συνεβουλεύετο, μεταπεμψάμενος αὐτὸν ἐκ τοῦ Καυδίου, φερόμενον ὑπὸ γήρως ἁμάξῃ. καὶ ὁ πρεσβύτης ἔφη, ἓν ἔστιν, ὦ παῖ, μεγάλης ἔχθρας φάρμακον, εὐεργεσίας ἢ κολάσεως ὑπερβολή. αἱ μὲν οὖν κολάσεις καταπλήσσουσιν, αἱ δὲ εὐεργεσίαι προσάγονται. ἴσθι νίκην τήνδε πρώτην καὶ μεγίστην, θησαυρίζειν τὴν εὐτυχίαν· καὶ πάντας ἀπόλυσον ἀπαθεῖς, μήτʼ ἐνυβρίσας μήτʼ ἀφελόμενος μηδέν, ἵνα σῶον ᾖ σοι τὸ μέγεθος τῆς εὐεργεσίας. εἰσὶ δʼ, ὡς ἀκούω, φιλοτιμότατοι. ἀλλὰ μόναις εὐεργεσίαις ἡττώμενοι διαγωνιοῦνταί σοι περὶ τῆσδε τῆς χάριτος. ἔχεις ἐνέχυρον τήνδε τὴν εὐεργεσίαν εἰρήνης ἀθανάτου λαβεῖν. ἢν δέ σε ταῦτα μὴ πείθῃ, κτεῖνον ἅπαντας ὁμαλῶς, μηδʼ ἄγγελον ὑπολιπών. λέγω δʼ ἐκεῖνα μὲν αἱρούμενος, ταῦτα δʼ ὡς ἀναγκαῖα. Ῥωμαῖοι γὰρ ὁτιοῦν ὑβρισθέντες ἀμυνοῦνταί σε πάντως· ἀμυνεῖσθαι δὲ μέλλοντας αὐτοὺς προκατάβλαπτε. μεῖζον δʼ οὐκ ἂν εὕροις βλάβος νέων ὁμοῦ πέντε μυριάδων.