Thesauros Edebiyat Tarih ἐκ τῆς Σαυνιτικῆς

ἐκ τῆς Σαυνιτικῆς

ἐκ τῆς Σαυνιτικῆς Appianus of Alexandria
IV ταῦτα τοῦ Ποντίου λέγοντος ὁ πρεσβύτης ἐδάκρυσέ τε, καὶ ἐπιβὰς τῆς ἀπήνης ἐς τὸ Καύδιον ἀπήλαυνεν. ὁ δὲ Πόντιος τοὺς πρέσβεις καλέσας ἤρετο εἴ τις εἰρηνοδίκης αὐτοῖς παρείη. τοῖς δὲ παρῆν οὐδεὶς ὡς ἐπὶ ἄσπονδον καὶ ἀκήρυκτον πόλεμον ἐστρατευκόσι. τοῖς οὖν ὑπάτοις καὶ τοῖς ἄλλοις ἄρχουσι τῆς στρατιᾶς καὶ παντὶ τῷ πλήθει λέγειν ἐκέλευε τοὺς πρέσβεις, ἡμεῖς ἀεὶ Ῥωμαίοις ἐσπενδόμεθα φιλίαν, ἣν αὐτοὶ διελύσατε, Σιδικηνοῖς τοῖς ἡμετέροις ἐχθροῖς συμμαχοῦντες. εἶτʼ αὖθις αὖ φιλίας ἡμῖν γενομένης, Νεαπολίταις ἐπολεμεῖτε τοῖς ἡμετέροις γείτοσιν. καὶ οὐκ ἠγνοοῦμεν ὅτι ταῦτʼ ἦν ὑμῖν παρασκευὴ πλεονεξίας ἐπὶ ὅλην τὴν Ἰταλίαν. ἔν τε ταῖς προτέραις μάχαις πολλὰ παρὰ τὴν ἀπειρίαν τῶν ἡμετέρων στρατηγῶν προλαβόντες οὐδὲν ἐπεδείξασθε μέτριον ἐς ἡμᾶς, οὐδʼ ἠρκεῖσθε τὴν χώραν πορθοῦντες καὶ χωρία καὶ πόλεις ἔχοντες ἀλλοτρίας, καὶ κληρούχους ἐς αὐτὰ πέμποντες, ἀλλὰ καὶ πρεσβευσαμένων ἡμῶν δὶς πρὸς ὑμᾶς, καὶ πολλὰ συγχωρούντων, ὑπερήφανα ἡμῖν ἄλλα ἐπετάσσετε, τὴν ἀρχὴν ὅλην ἀποθέσθαι καὶ ὑμῶν ὑπακούειν, ὥσπερ οὐ σπενδομένους ἀλλʼ ἑαλωκότας. καὶ ἐπὶ τοῖσδε τὸν πόλεμον τόνδε ἄσπονδον καὶ ἀκήρυκτον ἐψηφίσασθε, κατʼ ἀνδρῶν ποτὲ φίλων, κατὰ Σαβίνων ἐκγόνων τῶν ὑμῖν συνοικούντων. ἕνεκα μὲν οὖν τῆς ὑμετέρας πλεονεξίας ἔδει καὶ τὰ παρʼ ἡμῶν ὑμῖν ἄσπονδα εἶναι. ἐγὼ νέμεσίν τε θεῶν αἰδούμενος, ἣν ὑμεῖς ὑπερείδεσθε, καὶ συγγενείας καὶ φιλίας τῆς ποτὲ μνημονεύων, δίδωμι ἕκαστον ὑμῶν σὺν ἱματίῳ σῶον ὑπὸ ζυγὸν ἀπελθεῖν, ἢν ὀμόσητε τήν τε γῆν καὶ τὰ χωρία πάνθʼ ἡμῖν ἀποδώσειν, καὶ τοὺς κληρούχους ἀπὸ τῶν πόλεων ἀπάξειν, καὶ μηδέ ποτʼ ἐπὶ Σαυνίτας στρατεύσειν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi