Thesauros Edebiyat Tarih ἐκ τῆς Κελτῖκης

ἐκ τῆς Κελτῖκης

ἐκ τῆς Κελτῖκης Appianus of Alexandria
XV ὅτι ἔθνη δύο Τιγύριοι καὶ Ἑλουήτιοι ἐς τὴν Ῥωμαίων Κελτικὴν ἐσέβαλον, καὶ τούτων τὸν στόλον ὁ Καῖσαρ Γάϊος πυθόμενος διετείχισεν ὅσα περὶ Ῥοδανόν ἐστι ποταμὸν ἐς ἑκατὸν καὶ πεντήκοντα σταδίους μάλιστα. καὶ πρεσβευσαμένοις ἐπὶ διαπείρᾳ τοῖς πολεμίοις ὑπὲρ σπονδῶν ἐκέλευεν ὅμηρα δοῦναι καὶ χρήματα. ἀποκριναμένων δʼ εἰθίσθαι ταῦτα λαμβάνειν, οὐ διδόναι, βουλόμενος φθάσαι τὴν ὁμαιχμίαν αὐτῶν, ἐπὶ μὲν τοὺς Τιγυρίους ἐλάσσους ὄντας ἔπεμπε Λαβιηνόν, αὐτὸς δὲ ἐπὶ τοὺς Ἑλουητίους ἐχώρει, προσλαβὼν Γαλατῶν τῶν ὀρείων ἐς δισμυρίους. καὶ γίγνεται Λαβιηνῷ τὸ ἔργον εὐμαρές, ἀδοκήτοις Τιγυρίοις περὶ τὸν ποταμὸν ἐπιπεσόντι, καὶ τρεψαμένῳ καὶ σκεδάσαντι τοὺς πολλοὺς ἐν ἀσυνταξίᾳ.
XVI ὅτι Ἀριόουιστος, Γερμανῶν βασιλεὺς τῶν ὑπὲρ Ῥῆνον, ἐπιβαίνων τῆς πέραν Αἰδούοις ἔτι πρὸ τοῦ Καίσαρος ἐπολέμει φίλοις οὖσι Ῥωμαίων. τότε μὲν δή, τοῖς Ῥωμαίοις κελεύουσι πεισθείς, ἀνέζευζεν ἀπὸ τῶν Αἰδούων, καὶ φίλος ἠξίωσε Ῥωμαίοις γενέσθαι. καὶ ἐγένετο, ὑπατεύοντος αὐτοῦ Καίσαρος καὶ ψηφισαμένου.
XVII ὅτι Ἀριόουιστος ὁ Γερμανῶν βασιλεύς, φίλος γενόμενος Ῥωμαίων, ἐς λόγους ἦλθε τῷ Καίσαρι, καὶ διαχωρισθέντων ἀπʼ ἀλλήλων αὖθις συνελθεῖν ἐς λόγους ἠξίωσεν. τοῦ δὲ Καίσαρος οὐ συνελθόντος, ἀλλὰ τοὺς πρωτεύοντας Γαλατῶν ἀποστείλαντος, ἔδησε τοὺς πρέσβεις. καὶ ὁ Καῖσαρ ἐστράτευεν ἐπʼ αὐτὸν μετʼ ἀπειλῆς. δέος δʼ ἐμπίπτει τῷ στρατῷ κατὰ κλέος τῶν Γερμανῶν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi