Thesauros Edebiyat Tarih Ἰβηρική

Ἰβηρική

Ἰβηρική Appianus of Alexandria
5.28 μετὰ δὲ τοῦθʼ οἱ μὲν Λίβυες ὑπεχώρουν ἀεὶ μετὰ σπουδῆς, ὁ δὲ Σκιπίων αὐτοῖς εἵπετο, βλάπτων τι καὶ λυπῶν ὁσάκις καταλάβοι. ὡς δʼ οἱ μὲν ὀχυρόν τι χωρίον προύλαβον, ἔνθα καὶ ὕδωρ ἦν ἄφθονον καὶ ἀγορά, καὶ οὐδὲν ἄλλο ἢ πολιορκεῖν αὐτοὺς ἔδει, Σκιπίωνα δʼ ἤπειγον ἕτεραι χρεῖαι, Σιλανὸν μὲν ἀπέλιπε τούσδε πολιορκεῖν, αὐτὸς δʼ ἐπῄει τὴν ἄλλην Ἰβηρίαν καὶ ὑπήγετο. Λιβύων δὲ τῶν ὑπὸ Σιλανοῦ πολιορκουμένων αὖθις ὑποχωρούντων, ἕως ἐπὶ τὸν πορθμὸν ἀφικόμενοι ἐς Γάδειρα ἐπέρασαν, ὁ Σιλανός, ὅσα δυνατὸν ἦν βλάψας, ἀνεζεύγνυεν ἐς Καρχηδόνα πρὸς Σκιπίωνα. Ἀσδρούβαν δὲ τὸν Ἀμίλχαρος, περὶ τὸν βόρειον ὠκεανὸν στρατιὰν ἔτι συλλέγοντα, ὁ ἀδελφὸς Ἀννίβας ἐκάλει κατὰ σπουδὴν ἐς τὴν Ἰταλίαν ἐσβαλεῖν. ὁ δὲ ἵνα λάθοι τὸν Σκιπίωνα, παρὰ τὸν βόρειον ὠκεανὸν τὴν Πυρήνην ἐς Γαλάτας ὑπερέβαινε, μεθʼ ὧν ἐξενολογήκει Κελτιβήρων. καὶ ὁ μὲν Ἀσδρούβας ὧδε ἐς τὴν Ἰταλίαν, τῶν Ἰταλῶν ἀγνοούντων, ἠπείγετο.
6.29 Λεύκιος δʼ ἀπὸ Ῥώμης ἐπανιὼν ἔφραζε τῷ Σκιπίωνι ὅτι αὐτὸν οἱ ἐν ἄστει Ῥωμαῖοι διανοοῦνται στρατηγὸν ἐς Λιβύην ἀποστέλλειν. ὁ δὲ τοῦδε αὐτοῦ μάλιστα ἐπιθυμῶν ἐκ πολλοῦ, καὶ ἐλπίζων ὧδε ἔσεσθαι, Λαίλιον ἐπὶ νεῶν πέντε προύπεμπεν ἐς Λιβύην πρὸς τὸν δυνάστην Σύφακα, δωρεάς τε φέροντα, καὶ τῶν Σκιπιώνων ὑπόμνησιν τῆς ἐς αὐτὸν Σύφακα φιλίας, καὶ δέησιν Ῥωμαίοις, ἂν ἐπίωσι, συλλαμβάνειν. ὁ δὲ ὑπέσχετό τε ποιήσειν, καὶ τὰ δῶρα ἔλαβε καὶ ἀντέπεμψεν ἕτερα. αἰσθόμενοι δὲ τούτων οἱ Καρχηδόνιοι, καὶ αὐτοὶ περὶ συμμαχίας ἐπρεσβεύοντο παρὰ τὸν Σύφακα. καὶ ὁ Σκιπίων πυνθανόμενός τε, καὶ μέγα ποιούμενος ἐπὶ Καρχηδονίοις προσλαβεῖν καὶ βεβαιώσασθαι Σύφακα, ᾔει πρὸς αὐτὸν ἐπὶ νεῶν δύο σὺν τῷ Λαιλίῳ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi