6.30
καὶ αὐτῷ καταγομένῳ οἱ πρέσβεις τῶν Καρχηδονίων, ἔτι ὄντες παρὰ τῷ Σύφακι, ναυσὶν αἷς εἶχον μακραῖς ἐπανήγοντο, λαθόντες τὸν Σύφακα. ἀλλʼ ὁ μὲν ἱστίῳ χρώμενος παρέπλευσεν αὐτοὺς ἀδεῶς καὶ κατήχθη, ὁ δὲ Σύφαξ ἐξένιζεν ἀμφοτέρους, καὶ τῷ Σκιπίωνι συνθέμενος ἰδίᾳ καὶ πίστεις παρασχὼν ἀπέπεμπε, καὶ τοὺς Καρχηδονίους ἐφεδρεύοντας αὖθις αὐτῷ κατεῖχεν, ἕως ἐν βεβαίῳ τῆς θαλάσσης γένοιτο ὁ Σκιπίων. παρὰ μὲν δὴ τοσοῦτον ἦλθε κινδύνου Σκιπίων, καταγόμενός τε καὶ πλέων· λέγεται δʼ ἐν Σύφακος ἑστιώμενος συγκατακλιθῆναι τῷ Ἀσδρούβᾳ, καὶ αὐτὸν ὁ Ἀσδρούβας περὶ πολλῶν ἐρόμενος καταπλαγῆναι τῆς σεμνότητος, καὶ πρὸς τοὺς φίλους εἰπεῖν ὅτι μὴ μόνον πολεμῶν οὗτος ὁ ἀνὴρ ἀλλὰ καὶ ἑστιώμενος φοβερὸς εἴη.