Thesauros Edebiyat Tarih Ἰβηρική

Ἰβηρική

Ἰβηρική Appianus of Alexandria
2.6 οἱ δὲ Καρχηδόνιοι τοῖς κέρδεσιν ἤδη τοῖς ἐξ Ἰβηρίας ἀρσσκόμενοι, στρατιὰν ἄλλην ἔπεμπον ἐς Ἰβηρίαν, καὶ στρατηγὸν ἁπάντων ἀπέφηναν Ἀσδρούβαν τὸν τοῦ Βάρκα κηδεστήν, ὄντα ἐν Ἰβηρίᾳ. ὁ δὲ Ἀννίβαν τὸν οὐ πολὺ ὕστερον ἀοίδιμον ἐπὶ στρατηγίαις, παῖδά τε ὄντα τοῦ Βάρκα καὶ τῆς γυναικός οἱ γιγνόμενον ἀδελφὸν ἔχων ἐν Ἰβηρίᾳ, νέον ὄντα καὶ φιλοπόλεμον καὶ ἀρέσκοντα τῷ στρατῷ ὑποστράτηγον ἀπέφηνεν. καὶ τῆς τε Ἰβηρίας τὰ πολλὰ πειθοῖ προσήγετο, πιθανὸς ὢν ὁμιλῆσαι, ἔς τε τὰ βίας δεόμενα τῷ μειρακίῳ χρώμενος προῆλθεν ἀπὸ τῆς ἑσπερίου θαλάσσης ἐς τὸ μεσόγειον ἐπὶ Ἴβηρα ποταμόν, ὃς μέσην που μάλιστα τέμνων τὴν Ἰβηρίαν, καὶ τῆς Πυρήνης ἀφεστὼς ὁδὸν ἡμερῶν πέντε, ἐξίησιν ἐς τὸν βόρειον ὠκεανόν.
2.7 Ζακανθαῖοι δέ, ἄποικοι Ζακυνθίων, ἐν μέσῳ τῆς τε Πυρήνης καὶ τοῦ ποταμοῦ τοῦ Ἴβηρού ὄντες, καὶ ὅσοι ἄλλοι Ἕλληνες περί τε τὸ καλούμενον Ἐμπόριον καὶ εἴ πῃ τῆς Ἰβηρίας ᾤκουν ἀλλαχοῦ, δείσαντες ὑπὲρ σφῶν ἐπρέσβευον ἐς Ῥώμην. καὶ ἡ σύγκλητος οὐκ ἐθέλουσα τὰ Καρχηδονίων ἐπαίρεσθαι, πρέσβεις ἐς Καρχηδόνα ἔπεμπεν. καὶ συνέβησαν ἀμφότεροι ὅρον εἶναι Καρχηδονίοις τῆς ἀρχῆς τῆς ἐν Ἰβηρίᾳ τὸν Ἴβηρα ποταμόν, καὶ μήτε Ῥωμαίους τοῖς πέραν τοῦδε τοῦ ποταμοῦ πόλεμον ἐκφέρειν, Καρχηδονίων ὑπηκόοις οὖσι, μήτε Καρχηδονίους ἐπὶ πολέμῳ τὸν Ἴβηρα διαβαίνειν, Ζακανθαίους δὲ καὶ τοὺς ἄλλους ἐν Ἰβηρίᾳ Ἕλληνας αὐτονόμους καὶ ἐλευθέρους εἶναι. καὶ τάδε ταῖς συνθήκαις ταῖς Ῥωμαίων καὶ Καρχηδονίων προσεγράφη.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi