10.60
οἱ μὲν δὴ τάδε προσδοκῶντες ἀπὸ τῶν ἰδίων ἀνίσταντο, καὶ συνῄεσαν οἷ προσέτασσεν ὁ Γάλβας· ὁ δὲ αὐτοὺς ἐς τρία διῄρει, καὶ πεδίον ἑκάστοις τι ὑποδείξας ἐκέλευεν ἐν τῷ πεδίῳ περιμένειν, μέχρι πολίσειεν αὐτοὺς ἐπελθών. ὡς δʼ ἧκεν ἐπὶ τοὺς πρώτους, ἐκέλευεν ὡς φίλους θέσθαι τὰ ὅπλα, θεμένους δʼ ἀπετάφρευέ τε, καὶ μετὰ ξιφῶν τινας ἐσπέμψας ἀνεῖλεν ἅπαντας, ὀδυρομένους τε καὶ θεῶν ὀνόματα καὶ πίστεις ἀνακαλοῦντας. τῷ δʼ αὐτῷ τρόπῳ καὶ τοὺς δευτέρους καὶ τρίτους ἐπειχθεὶς ἀνεῖλεν, ἀγνοοῦντας ἔτι τὰ πάθη τὰ τῶν προτέρων, ἀπιστίᾳ μὲν ἄρα ἀπιστίαν μετιών, οὐκ ἀξίως δὲ Ῥωμαίων μιμούμενος βαρβάρους. ὀλίγοι δʼ αὐτῶν διέφυγον, ὧν ἦν Οὐρίατθος, ὃς μετʼ οὐ πολὺ ἡγήσατο Λυσιτανῶν καὶ ἔκτεινε πολλοὺς Ῥωμαίων καὶ ἔργα μέγιστα ἐπεδείξατο. ἀλλὰ τάδε μὲν ὕστερον γενόμενα ὕστερον λέξω. τότε δὲ ὁ Γάλβας, Λευκόλλου φιλοχρηματώτερος ὤν, ὀλίγα μέν τινα τῆς λείας τῇ στρατιᾷ διεδίδου, καὶ ὀλίγα τοῖς φίλοις, τὰ λοιπὰ δὲ ἐσφετερίζετο, καίτοι πλουσιώτατος ὢν ὁμοῦ τι Ῥωμαίων· ἀλλʼ οὐδʼ ἐν τῇ εἰρήνῃ φασὶν αὐτὸν διαλιπεῖν ψευδόμενόν τε καὶ ἐπιορκοῦντα διὰ κέρδη. μισούμενος δὲ καὶ κατηγορούμενος διέφευγε διὰ τὸν πλοῦτον,
11.61
οὐ πολὺ δὲ ὕστερον, ὅσοι διέφυγον ἐκ τῆς Λευκόλλου καὶ Γάλβα παρανομήσεως, ἁλισθέντες ἐς μυρίους τὴν Τυρδιτανίαν κατέτρεχον. καὶ αὐτοῖς ἀπὸ Ῥώμης ἐπελθὼν Γάιος Οὐετίλιος, ἄγων τέ τινα στρατὸν ἄλλον καὶ τοὺς ἐν Ἰβηρίᾳ προσλαβών, ἅπαντας ἔχων ἐς μυρίους, ἐπέπεσε προνομεύουσι, καὶ πολλοὺς ἀνελὼν συνέωσε τοὺς λοιποὺς ἔς τι χωρίον, οἷ κινδυνεύειν τε μένοντας ἐχρῆν ὑπὸ λιμοῦ καὶ ἀπιόντας ὑπὸ Ῥωμαίων· ὧδε γὰρ εἶχε δυσχωρίας. καὶ διὰ τοῦτο πρέσβεις ἐς τὸν Οὐετίλιον ἔπεμπον σὺν ἱκετηρίαις, γῆν ἐς συνοικισμὸν αἰτοῦντες ὡς ἀπὸ τοῦδε ἐσόμενοι Ῥωμαίων ἐς πάντα κατήκοοι. ὁ δὲ ὑπισχνεῖτο δώσειν, καὶ συνετίθετο ἤδη. Οὐρίατθος δʼ ὁ ἐκ τῆς Γάλβα παρανομίας ἐκφυγών, τότε συνὼν αὐτοῖς, ὑπεμίμνησκε τῆς Ῥωμαίων ἀπιστίας, ὁσάκις τε αὐτοῖς ὀμόσαντες ἐπιθοῖντο, καὶ ὡς ὅδε πᾶς ὁ στρατὸς ἐκ τοιῶνδε ἐπιορκιῶν Γάλβα καὶ Λευκόλλου διαφύγοιμεν. οὐδʼ ἀπορεῖν ἔφη σωτηρίας ἀπὸ τοῦδε τοῦ χωρίου, ἂν ἐθέλωσι πείθεσθαι.