Thesauros Edebiyat Tarih Ἰβηρική

Ἰβηρική

Ἰβηρική Appianus of Alexandria
11.66 ἐφʼ οἷς ὁ Οὐρίατθος οὐχ ὁμοίως ἔτι καταφρονῶν, Ἀρουακοὺς καὶ Τίτθους καὶ Βελλούς, ἔθνη μαχιμώτατα, ἀπέστησεν ἀπὸ Ῥωμαίων. καὶ πολέμον ἄλλον οἵδε ἐφʼ ἑαυτῶν ἐπολέμουν, ὃν ἐκ πόλεως αὐτῶν μιᾶς Νομαντῖνον ἡγοῦνται, μακρόν τε καὶ ἐπίπονον Ῥωμαίοις γενόμενον. καὶ συνάξω καὶ τόνδε ἐς ἓν μετʼ Οὐρίατθον. Οὐρίατθος ὲν ἐπὶ θάτερα τῆς Ἰβηρίας ἑτέρῳ στρατηγῷ Ῥωμαιων Κοϊντίῳ συνεπλέκετο, καὶ ἡσσώμενος ἐς τὸ Ἀφροδίσιον ὄρος ἀνέστρεφεν. ὅθεν ἐπιστραφεὶς ἔκτεινε τῶν Κοϊντίου ἐς χιλίους, καὶ σημεῖά τινα ἥρπασε· τοὺς δὲ λοιποὺς ἐς τὸ στρατόπεδον αὐτῶν συνεδίωξε, καὶ τὴν ἐν Ἰτύκκῃ φρουρὰν ἐξέβαλε, καὶ τὴν Βαστιτανῶν χώραν ἐλῄζετο, Κοϊντίου διὰ δειλίαν καὶ ἀπειρίαν οὐκ ἐπιβοηθοῦντος, ἀλλʼ ἐν Κορδύβῃ χειμάζοντος ἐκ μέσου μετοπώρου, καὶ Γάιον Μάρκιον θαμινὰ ἐπιπέμποντος αὐτῷ, ἄνδρα Ἴβηρα ἐκ πόλεως Ἰταλικῆς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi