Thesauros Edebiyat Tarih Ἰβηρική

Ἰβηρική

Ἰβηρική Appianus of Alexandria
2.12 Ζακανθαῖοι δέ, ἐπειδὴ τὰ Ῥωμαίων ἀπέγνωσαν καὶ ὁ λιμὸς σφᾶς ἐπίεζε καὶ Ἀννίβας περιεκάθητο συνεχῶς (εὐδαίμονα γὰρ καὶ πολύχρυσον ἀκούων εἶναι τὴν πόλιν οὐκ ἀνίει τῆς πολιορκίας), τὸν μὲν χρυσὸν καὶ ἄργυρον, ὅσος ἦν δημόσιός τε καὶ ἰδιωτικός, ἀπὸ κηρύγματος ἐς τὴν ἀγορὰν συνήνεγκαν, καὶ μολύβδῳ καὶ χαλκῷ συνεχώνευσαν ὡς ἀχρεῖον Ἀννίβᾳ γενέσθαι, αὐτοὶ δὲ ἐν χερσὶν ἑλόμενοί τι παθεῖν μᾶλλον ἢ ὑπὸ τοῦ λιμοῦ, ἐξέδραμον ἔτι νυκτὸς ἐπὶ τὰ φρούρια τὰ τῶν Λιβύων, ἀναπαυομένων ἔτι καὶ οὐδέν τοιοῦτον ὑπονοούντων· ὅθεν αὐτοὺς ἀνισταμένους τε ἐξ εὐνῆς καὶ σὺν θορύβῳ μόλις ὁπλιζομένους, ἔστι δʼ οὓς ἤδη καὶ μαχομένους, διέφθειρον. μακροῦ δὲ τοῦ ἀγῶνος γενομένου, Λιβύων μὲν ἀπώλοντο πολλοί, Ζακανθαῖοι δὲ παντες. αἱ δὲ γυναῖκες ἀπὸ τοῦ τείχους ὁρῶσαι τὸ τέλος τῶν ἀνδρῶν, αἱ μὲν ἐρρίπτουν ἑαυτὰς κατὰ τῶν τεγῶν, αἱ δʼ ἀνήρτων, αἱ δὲ καὶ τὰ τέκνα προκατέσφαζον. καὶ τοῦτο τέλος ἦν Ζακανθαίοις, πόλει μεγάλῃ τε καὶ δυνατῇ γενομένῃ. Ἀννίβας δὲ ὡς ἔμαθε περὶ τοῦ χρυσοῦ, τοὺς μὲν ὑπολοίπους καὶ ἔτι ἡβῶντας αὐτῶν αἰκιζόμενος διέφθειρεν ὑπʼ ὀργῆς, τὴν δὲ πόλιν ὁρῶν ἐπιθάλασσόν τε καὶ Καρχηδόνος οὐ μακράν, καὶ χώρας ἄρχουσαν ἀγαθῆς, ᾤκιζεν αὖθις καὶ Καρχηδονίων ἄποικον ἀπέφαινεν· ἣν νῦν οἶμαι Καρχηδόνα καλεῖσθαι τὴν Σπαρταγενῆ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi