3.16
ὁ δὲ Φάβιος καὶ τότε τῆς αὐτῆς γνώμης ἐχόμενος εἵπετο, καὶ τῆς Γερωνίας ἀποσχὼν δέκα σταδίους ἐστρατοπέδευε, λαβὼν ἐν μέσῳ ποταμὸν Αὔφιδον. ληγόντων δὲ αὐτῷ τῶν ἓξ μηνῶν ἐφʼ οὓς αἱροῦνται Ῥωμαῖοι τοῦς δικτάτορας, οἱ μὲν ὕπατοι Σερουίλιός τε καὶ Ἀτίλιος ἐπὶ τὰς ἑαυτῶν ἀρχὰς ἐπανῄεσαν, καὶ ἦλθον ἐπὶ τὸ στρατόπεδον, καὶ ὁ Φάβιος ἐς Ῥώμην ἀπῄει, γίγνονται δέ τινες ἐν τῷδε τῷ χειμῶνι Ἀννίβᾳ καὶ Ῥωμαίοις ἀκροβολισμοὶ συνεχεῖς ἐς ἀλλήλους· καὶ τὰ Ῥωμαίων ἐπικυδέστερα καὶ εὐθαρσέστερα ἦν. ὁ δʼ Ἀννίβας ἐπέστελλε μὲν ἀεὶ τὰ γιγνόμενα Καρχηδονίοις ὑπερεπαίρων, τότε δὲ ἀπολωλότων αὐτῷ πολλῶν ἠπόρει, καὶ στρατιὰν ᾔτει καὶ χρήματα. οἱ δὲ ἐχθροὶ πάντα ἐπισκώπτοντες τὰ Ἀννίβου, καὶ τότε ὑπεκρίνοντο ἀπορεῖν ὅτι, τῶν νικώντων οὐκ αἰτούντων χρήματα ἀλλὰ πεμπόντων ἐς τὰς πατρίδας, ὁ Ἀννίβας αἰτοίη, λέγων νικᾶν. οἷς οἱ Καρχηδόνιοι πεισθέντες οὔτε στρατιὰν ἔπεμπον οὔτε χρήματα. καὶ ὁ Ἀννίβας ταῦτʼ ὀδυρόμενος ἔγραφεν ἐς Ἰβηρίαν Ἀσδρούβᾳ τῷ ἀδελφῷ, παρακαλῶν αὐτὸν ἀρχομένου θέρους μεθʼ ὅσης δύναιτο στρατιᾶς καὶ χρημάτων ἐσβαλεῖν ἐς τὴν Ἰταλίαν, καὶ πορθεῖν αὐτῆς τὰ ἐπέκεινα, ἵνα δῃῷτο πᾶσα καὶ Ῥωμαῖοι κάμνοιεν ὑπʼ αὐτῶν ἑκατέρωθεν.