4.22
Διαπιπτούσης δὲ καὶ τῆσδε τῆς πείρας, ὁ Ἀννίβας τὸ σημεῖον ἐπῆρε τοῖς Κελτίβηρσι τοῖς πεντακοσίοις. οἱ δὲ τῆς τάξεως ἐκδραμόντες ἐς τοὺς Ῥωμαίους μετετίθεντο, καὶ τὰς ἀσπίδας αὐτοῖς καὶ τὰ δόρατα καὶ τὰ ξίφη τὰ φανερὰ ὤρεγον ὥσπερ αὐτομολοῦντες. καὶ ὁ Σερουίλιος αὐτοὺς ἐπαινέσας τὰ μὲν ὅπλα αὐτῶν αὐτίκα παρεῖλεν, ἐν δὲ μόνοις, ὡς ᾤετο, τοῖς χιτῶσιν ἔστησεν ὀπίσω· οὐ γὰρ ἐδοκίμαζε καταδεῖν αὐτομόλους ἐν ὄψει πολεμίων, οὐδὲ ὑπώπτευεν ἐν χιτῶσι μόνοις ὁρῶν, οὐδὲ καιρὸς ἦν ἐν τοσῷδε πόνῳ. σπεῖραι δʼ ἕτεραι Λιβύων προσεποιήσαντο φεύγειν ἄχρι τῶν ὀρῶν, συναλαλάξασαι μέγα. σύμβολον δʼ ἦν ἡ βοὴ τοῖς ἐν ταῖς φάραγξι κεκρυμμένοις ἀναστρέφειν ἐς τοὺς διώκοντας. καὶ εὐθὺς οἵ τε ψιλοὶ καὶ ἱππεῖς ἐκ τῆς ἐνέδρας ἐξεφαίνοντο, καὶ τὸ πνεῦμα κατέβαινε πολὺ καὶ ζοφῶδες, ἐς τὰς Ῥωμαίων ὄψεις μετὰ κονιορτοῦ φερόμενον· ὃ καὶ μάλιστα αὐτοὺς ἐκώλυε προορᾶν τοὺς πολεμίους. τά τε βέλη Ῥωμαίοις μὲν πάντα ἀμβλύτερα διὰ τὴν ἀντιπνοιαν ἦν, τοῖς δὲ ἐχθροῖς ἐπιτυχῆ, τοῦ πνεύματος τὴν βολὴν συνωθοῦντος. οἱ δὲ οὔτε ἐκκλίνειν αὐτὰ προορῶντες οὔτʼ ἀφιέναι καλῶς δυνάμενοι, σφίσι τε αὐτοῖς περιπταίοντες, ἤδη ποικίλως ἐθορυβοῦντο.