Thesauros Edebiyat Tarih Ἀννιβαϊκή

Ἀννιβαϊκή

Ἀννιβαϊκή Appianus of Alexandria
4.23 τότε δὴ τὸν καιρὸν ὁρῶντες τὸν ἐπηγγελμένον σφίσιν οἱ πεντακόσιοι, τὰ ξίφη τὰ βραχύτερα ἐκ τῶν κόλπων ἐπισπάσαντες πρώτους ἀνῄρουν ὧν ἦσαν ὀπίσω, μετὰ δʼ ἐκείνους, ἁρπάσαντες αὐτῶν τὰ ξίφη τὰ μείζω καὶ τὰς ἀσπίδας καὶ τὰ δόρατα, πᾶσιν ἐνέπιπτον καὶ μετεπήδων ἀφειδῶς· καὶ φόνον εἰργάζοντο πλεῖστον οὗτοι μάλιστα, ἅτε πάντων ὄντες ὀπίσω. τό τε κακὸν ἤδη πολὺ τοῖς Ῥωμαίοις καὶ ποικίλον ἦν, πονουμένοις μὲν ὑπὸ τῶν ἐναντίων, κεκυκλωμένοις δʼ ὑπὸ τῆς ἐνέδρας, ἀναιρουμένοις δʼ ὑπὸ τῶν ἀναμεμιγμένων. οὐδʼ ἐπιστρέψαι πρὸς αὐτοὺς ἐδύναντο διὰ τοὺς ἐπικειμένους σφίσιν ἐκ μετώπου· οὐδʼ ἐπεγίγνωσκον ἔτι αὐτοὺς εὐμαρῶς, Ῥωμαϊκὰς ἀσπίδας ἔχοντας. ὑπὲρ ἅπαντα δʼ αὐτοὺς ὁ κονιορτὸς ἠνώχλει, καὶ οὐκ εἶχον οὐδʼ εἰκάσαι τὸ συμβαῖνον, ἀλλʼ οἷον ἐν θορύβῳ καὶ φόβῳ, πάντα πλείω νομίζοντες εἶναι, καὶ τὰς ἐνέδρας οὐ τοσαύτας, οὐδὲ τοὺς πεντακοσίους εἰδότες ὅτι ἦσαν πεντακόσιοι, ἀλλʼ ὅλον σφῶν τὸ στρατόπεδον ὑπὸ ἱππέων καὶ αὐτομόλων ἡγούμενοι κεκυκλῶσθαι, τραπέντες ἔφευγον ἀκόσμως, πρῶτοι μὲν οἱ ἐπὶ τοῦ δεξιοῦ, καὶ ὁ Τερέντιος αὐτοῖς ἐξῆρχε τῆς φυγῆς, μετὰ δʼ ἐκείνους οἱ τὸ λαιὸν ἔχοντες, ὧν ὁ Σερουίλιος ἡγούμενος πρὸς τὸν Αἰμίλιον διέδραμε· καὶ περὶ αὐτοὺς ἦν ὅσον ἄριστον ἱππέων τε καὶ πεζῶν, ἀμφὶ τοὺς μυρίους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi