5.31
Ἀργύριππα δʼ ἐστὶ πόλις ἐν τῇ Δαυνίᾳ, ἣν Διομήδης ὁ Ἀργεῖος λέγεται κτίσαι. καί τις ἔκγονος εἶναι τοῦ Διομήδους νομιζόμενος, Δάσιος, ἀνὴρ εὐμετάβολός τε τὸ φρόνημα καὶ οὐ Διομήδους ἄξιος, Ῥωμαίων περὶ Κάννας τὴν μεγάλην ἧτταν ἡττημένων ἀπέστησε τὴν πατρίδα πρὸς τοὺς Λίβυας ἀπὸ Ῥωμαίων. τότε δʼ αὖ δυσπραγοῦντος Ἀννίβου ἔλαθεν ἐς Ῥώμην διιππεύσας, καὶ ἐπὶ τὴν βουλὴν ἐπαχθεὶς ἔφη δύνασθαι τὸ ἁμάρτημα ἰάσασθαι καὶ μεταβαλεῖν αὖθις ἐς Ῥωμαίους τὴν πόλιν. οἱ δʼ ὀλίγου μὲν αὐτὸν καὶ διέφθειραν, ἐξέβαλον δʼ εὐθὺς ἐκ τῆς πόλεως. ὁ δὲ καὶ τούσδε καὶ τὸν Ἀννίβαν δεδιὼς ἠλᾶτο ἀνὰ τὴν χώραν, καὶ ὁ μὲν Ἀννίβας αὐτοῦ τὴν γυναῖκα καὶ τὰ τέκνα ζῶντας ἔκαυσε, τὰ δὲ Ἀργύριππα ἑτέρων ἐνδόντων εἷλε Φάβιος Μάξιμος νυκτός, καὶ κτείνας ὅσους ηὗρε Λιβύων, φρουρὰν ἐπέστησε τῇ πόλει.
6.32
Τάραντα δὲ φρουρουμένην ὑπὸ Ῥωμαιων Κονωνεὺς ὧδε προύδωκεν. κυνηγετεῖν εἴθιστο ὁ Κονωνεύς, καὶ φέρων ἀεί τι τῷ φρουράρχῳ Λιουίῳ συνήθης ἐκ τοῦδε ἐγεγένητο. ὡς δὲ ἐν πολεμουμένῃ χώρᾳ, νυκτὸς ἔφη δεῖν κυνηγετεῖν καὶ νυκτὸς φέρειν τὰ λαμβανόμενα. νυκτὸς οὖν αὐτῷ τῶν πυλῶν ἀνοιγομένων, συνθέμενος Ἀννίβᾳ καὶ στρατιώτας λαβών, τοὺς μὲν ἔκρυψεν ἐν λόχμῃ τινὶ πλησίον, τοὺς δʼ ἐπακολουθεῖν ἐκέλευσεν ἑαυτῷ διʼ ὀλίγου, τοὺς δὲ σὺν αὐτῷ προσιέναι, θώρακας ἔνδοθεν ὑπεζωσμένους καὶ ξίφη, τὰ δʼ ἐκτὸς ὡς ἂν ἐς κυνηγέτας ἐσκευασμένους. κάπρον τε αὐτοῖς ἐπὶ ξύλων ἐπιθεὶς ἧκε νυκτὸς ἐπὶ τὰς πύλας. καὶ τῶν φυλάκων, ὥσπερ ἔθος ἦν, ἀνοιξάντων, οἱ μὲν συνεσελθόντες αὐτῷ τοὺς ἀνοίξαντας αὐτίκα διεχρῶντο, οἱ δʼ ἑπόμενοι κατὰ σπουδὴν συνεσέπιπτον ἐκείνοις, καὶ τοὺς ἀπὸ τῆς λόχμης ἐδέχοντο, καὶ τὰς πύλας ἀνεῴγνυον τῷ Ἀννίβᾳ. ὁ δὲ ἔσω παρελθὼν τῆς μὲν ἄλλης πόλεως εὐθὺς ἐκράτει, καὶ τοὺς Ταραντίνους ἑταιρισάμενος τὴν ἄκραν ἔτι φρουρουμένην ἐπολιόρκει.