6.33
ὧδε μὲν Κονωνεὺς Τάραντα προύδωκε· Ῥωμαῖοι δʼ ὅσοι τὴν ἀκρόπολιν εἶχον, ε͂ς μὲν πεντακισχιλίους ἦσαν, καὶ αὐτοῖς Ταραντίνων τέ τινες προσεχώρουν, καὶ ὁ τῆς ἐν Μεταποντίῳ φρουρᾶς ἡγεμὼν τὸ ἥμισυ τῆς φρουρᾶς ἔχων ἦλθε, βελῶν τε καὶ ὀργάνων πολλῶν ηὐπόρουν, ὡς ἀπὸ τείχους εὐμαρῶς ἀμύνεσθαι τὸν Ἀννίβαν. ηὐπόρει δὲ καὶ ὁ Ἀννίβας. πύργους τε οὖν καὶ καταπέλτας ἐπάγων καὶ χελώνας ἔνια διέσειε, καὶ δρεπάνοις ἀπὸ κάλων ἐπάλξεις τε κατέσυρε καὶ τὸ τεῖχος ἀπεγύμνου. οἱ δὲ λίθους μὲν ἐπὶ τὰς μηχανὰς ἀφιέντες πολλὰ συνέτριβον, βρόχοις δὲ τὰ δρέπανα περιέσπων, καὶ πολλάκις ἐκθέοντες ἄφνω συνετάρασσον ἀεί τι καὶ κτείναντες ἐπανῄεσαν. ὡς δὲ καὶ πνεῦμά ποτε λάβρον ἐθεάσαντο, οἱ μὲν ἀπὸ τοῦ τείχους δᾷδας ἡμμένας καὶ στύππιον καὶ πίσσαν αὐτοῦ τοῖς μηχανήμασιν ἐπερρίπτουν, οἱ δὲ καὶ ἐκδραμόντες ὑπέθηκαν. ἀπογνοὺς οὖν ὁ Ἀννίβας τῆσδε τῆς πείρας περιετείχισε τὴν πόλιν, χωρίς γε τοῦ πρὸς θαλάσσῃ μέρους· οὐ γὰρ ἦν καὶ τοῦτο δυνατόν. καὶ παραδοὺς Ἄννωνι τὴν πολιορκίαν, ἐς Ἰάπυγας ἀνεχώρει.