Thesauros Edebiyat Tarih Ἀννιβαϊκή

Ἀννιβαϊκή

Ἀννιβαϊκή Appianus of Alexandria
7.42 Φούλουιος δὲ ἀεί τινα προσδοκῶν ἐνέδραν, καὶ τοῦτο ὑποπτεύων ἐν ἅπασι τοῖς Ἀννίβου, εἴθʼ ὑπʼ οἰκείας τότε συνέσεως, εἴτε θεολήπτῳ γνώμῃ προσπεσών, εἴτε παρʼ αἰχμαλώτου τὰ ἀκριβέστατα μαθών, τοὺς χιλιάρχους ὀξέως ἐπέστησε ταῖς ἐς τὸ λόφον ἀγούσαις ὁδοῖς, κωλύειν τοὺς διʼ αὐτῶν φερομένους, καὶ μεταδιδάσκειν ὅτι τοῦτʼ οὐχ ὁ στρατηγὸς Ῥωμαίων ἀλλʼ Ἀννίβας ἐκήρυξεν ἐνεδρεύων. αὐτὸς δὲ τοῖς χώμασι φυλακὰς ἀκριβεῖς ἐπιστήσας, μή τις ἔφοδος ἔξωθεν ἄλλη γένοιτο, ἐβοηδρόμει μεθʼ ἑτέρων ἀνὰ τὸ στρατόπεδον ἅπαντα ἔχειν ἀσφαλῶς, καὶ ὀλίγους τοὺς μετὰ τῶν ἐλεφάντων ἐσελθόντας εἶναι. δᾷδάς τε ἧπτε καὶ πῦρ πανταχόθεν ἤγειρε, καὶ καταφανὴς ἦν ἡ τῶν ἐσελθόντων ὀλιγότης, ὥστε αὐτῶν πάνυ καταφρονήσαντες οἱ Ῥωμαῖοι, ἐς ὀργὴν ἐκ τοῦ πρὶν δέους μεταβαλόντες, εὐμαρῶς οἷα ψιλοὺς καὶ ὀλίγους διέφθειραν. οἱ δὲ ἐλέφαντες οὐκ ἔχοντες εὐρύχωρον οὐδὲν ἐς ἀναστροφήν, εἰλούμενοι περὶ σκηνὰς καὶ φάτνας, ἐβάλλοντο πρὸς ἁπάντων ἐπιτυχῶς διὰ τὴν στενότητα τοῦ χωρίου καὶ τὸ μέγεθος τῶν σωμάτων, μέχρι περιαλγοῦντές τε καὶ ἀγανακτοῦντες, καὶ ἐπιδραμεῖν ἐς τοὺς πολεμίους οὐκ ἔχοντες, τοὺς ἐπιβάτας σφῶν ἀπεσείοντο καὶ κατεπάτουν σὺν ὀργῇ καὶ βοῇ πάνυ ἠγριωμένοι, καὶ ἐξεπήδων ἐκ τοῦ στρατοπέδου. Φούλουιος μὲν δὴ Φλάκκος εὐσταθῶς καὶ εὐμηχάνως αἰφνιδίῳ συνενεχθεὶς ἐνέδρᾳ περιῆν τοῦ Ἀννίβου, καὶ τὸν στρατὸν περιέσωζεν ἀεὶ πεφρικότα τὰς Ἀννίβου μηχανάς·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi