Thesauros Edebiyat Tarih Ἀννιβαϊκή

Ἀννιβαϊκή

Ἀννιβαϊκή Appianus of Alexandria
7.45 Ἰαπύγων δʼ ἐν πόλει Σαλαπίᾳ, Λιβύων ὑπηκόῳ, δύο ἤστην ἄνδρε τῶν μὲν ἄλλων γένει καὶ πλούτῳ καὶ δυνάμει διαφέροντε, ἀλλήλοιν δʼ ἐκ πολλοῦ διαφόρω. τούτοιν Δάσιος μὲν τὰ Λιβύων ᾑρεῖτο, Βλάτιος δὲ τὰ Ῥωμαίων. ἕως μὲν οὖν ἤκμαζε τὰ Ἀννίβου, ἐφʼ ἡσυχίας ἦν ὁ Βλάτιος· ἐπεὶ δὲ ἠγείρετο τὸ Ῥωμαίων καὶ τὰ πολλὰ τῆς ἐσφετερισμένης ἀρχῆς ἀνελάμβανον, ἔπειθεν ὁ Βλάτιος τὸν ἐχθρὸν ὑπὲρ τῆς πατρίδος αὑτῷ συμφρονῆσαι μόνης, μή τι πάθοι, Ῥωμαίων αὐτὴν βίᾳ λαβόντων, ἀνήκεστον. ὁ δʼ ὑποκρινάμενος συντίθεσθαι, κατεμήνυσε τοῦτο Ἀννίβᾳ. καὶ ἐδίκαζεν αὐτοῖς ὁ Ἀννίβας, Δασίου μὲν κατηγοροῦντος, Βλατίου δʼ ἀπολογουμένου καὶ συκοφαντεῖσθαι διὰ τὴν ἔχθραν λέγοντος· ὃ καὶ τέως ἄρα προορῶν ἐτόλμησεν ἐχθρῷ προσενεγκεῖν λόγον τοιόνδε, ὡς ἀπίστῳ κατηγόρῳ διὰ τὴν ἔχθραν ἐσομένῳ. Ἀννίβας δʼ οὔτε ἀπορρῖψαι τὸ ἔργον οὔτε τῷ παρʼ ἐχθροῦ πιστεῦσαι ῥᾳδίως ἀξιῶν, μεθίστατο αὐτοὺς ὡς σκεψόμενος ἐφʼ ἑαυτοῦ. στενῆς δὲ τῆς ἐξόδου πάμπαν οὔσης, ὁ Βλάτιος ἔφη τῷ Δασίῳ, τοὺς ἄλλους λαθών, οὐ σώσεις, ὦ ἀγαθέ, τὴν πατρίδα; ὁ δὲ καὶ τοῦτʼ εὐθὺς ἐκβοήσας ἐμήνυεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi