Thesauros Edebiyat Tarih Ἀννιβαϊκή

Ἀννιβαϊκή

Ἀννιβαϊκή Appianus of Alexandria
9.57 ἐν δὲ Λιβύῃ Καρχηδονίων συνεχῶς ὑπὸ τοῦδε τοῦ Σκιπίωνος ἡττωμένων, ὅσοι Βρεττίων ταῦτʼ ἐγίγνωσκον, ἀφίσταντο ἀπὸ τοῦ Ἀννίβου, καὶ τὰς φρουρὰς οἱ μὲν ἔκτεινον, οἱ δʼ ἐξέβαλλον. οἱ δὲ οὐδέτερα τούτων δυνάμενοι λάθρᾳ πρὸς τὴν σύγκλητον ἐπρέσβευον, τὴν μὲν ἀνάγκην αὑτῶν καὶ τὴν προαίρεσιν ὑποδεικνύοντες. Ἀννίβας δὲ ἐς μὲν Πετηλίαν ἔνοπλος παρῆλθεν, οὐκέτι Πετηλίνων ἐχόντων αὐτήν· ἐκβαλὼν γὰρ αὐτοὺς ἐδεδώκει Βρεττίοις. ᾐτιᾶτο δʼ ὅτι ἐπρέσβευσαν ἐς Ῥώμην, ἀρνουμένων δʼ ἐκείνων ὑπεκρίνετο πιστεύειν. ἵνα δʼ, ἔφη, μηδʼ ὑπονοῆσθε, τοὺς μὲν δυνατοὺς παρέδωκε τοῖς Νομάσι, κεχωρισμένως τηρεῖν αὐτῶν ἕκαστον, τοῦ δὲ πλήθους τὰ ὅπλα παρείλετο, τοὺς δὲ δούλους καθοπλίσας ἐπέστησε τῇ πόλει φύλακας. καὶ τούτοις ὅμοια τὰς ἄλλας πόλεις ἐπιὼν ἐποίει. Θουρίων δὲ τρισχιλίους Καρχηδονίοις μάλιστα εὔνους ἐξελόμενος, καὶ πεντακοσίους ἄλλους ἀπὸ τῶν ἀγρῶν, τὰ λοιπὰ τῇ στρατιᾷ διαρπάζειν ἔδωκεν. καὶ τῆς πόλεως ἐγκρατῆ φρουρὰν καταλιπών, ἐς Κρότωνα τοὺς τρισχιλίους καὶ πεντακοσίους μετῴκιζε, τὴν πόλιν εὔκαιρον ἡγούμενος εἶναι, καὶ ταμιεῖον αὐτὴν ἑαυτῷ καὶ ὁρμητήριον ἐπὶ τὰς ἄλλας τιθεμενος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi