Thesauros Edebiyat Tarih Ἀννιβαϊκή

Ἀννιβαϊκή

Ἀννιβαϊκή Appianus of Alexandria
2.9 Ῥωμαῖοι μὲν δὴ μεγάλοις στρατοῖς ἐς πολλὰ ὁμοῦ διῄρηντο· Ἀννίβας δὲ τούτων αἰσθόμενος, ἅμα τῷ ἦρι, τοὺς ἄλλους λαθὼν ἐδῄου τὴν Τυρρηνίαν καὶ προύβαινεν ἐς τὸ μέρος τὸ ἐπὶ Ῥώμης. οἱ δὲ πλησιάζοντος αὐτοῦ πάνυ ἔδεισαν, οὐ παρούσης σφίσιν ἀξιομάχου δυνάμεως. ἐστράτευον δὲ ὅμως ἐκ τῶν ὑπολοίπων ὀκτακισχιλίους, καὶ Κεντήνιον αὐτοῖς τινὰ τῶν ἐπιφανῶν ἰδιωτῶν, οὐδεμιᾶς ἀρχῆς παρούσης, ἐπέστησάν τε καὶ ἐξέπεμπον ἐς Ὀμβρικοὺς ἐς τὴν Πλειστινην λίμνην, τὰ στενὰ προληψόμενον, ᾗ συντομώτατόν ἐστιν ἐπὶ τὴν Ῥώμην. ἐν δὲ τούτῳ καὶ Φλαμίνιος ὁ τοῖς τρισμυρίοις τὴν ἐντὸς Ἰταλίαν φυλάσσων, αἰσθόμενος τῆς σπουδῆς Ἀννίβου, μετέβαινεν ὀξέως, οὐ διαναπαύων τὴν στρατιάν. δέει τε περὶ τῆς πόλεως, καὶ αὐτὸς ὢν ἀπειροπόλεμός τε καὶ ἐς τὴν ἀρχὴν ἀπὸ δημοκοπίας ᾑρημένος, ἠπείγετο Ἀννίβᾳ συμπλεκῆναι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi