3.14
Σύφαξ μὲν οὖν, εἴτε δείσας εἴτε ἄπιστος ἐς ἑκατέρους γιγνόμενος παρὰ μέρος, ἐσκήψατό τι λυπεῖν τὴν ἀρχὴν αὐτοῦ τοὺς ὁμόρους βαρβάρους, καὶ ἀνεζεύγνυεν ἐς τὰ οἰκεῖα· Σκιπίων δὲ κατʼ ὀλίγους ἔπεμπεν ἐπιχειρεῖν τῷ Ἀσδρούβᾳ, καί τινες αὐτῷ καὶ τῶν πόλεων προσεχώρουν. νυκτὸς δὲ λαθὼν ὁ Μασσανάσσης ἧκεν ἐπὶ τὸ στρατόπεδον τοῦ Σκιπίωνος, καὶ δεξιωσάμενος αὐτὸν ἐδίδασκε τῆς ἐπιούσης ἔς τι χωρίον ἀπὸ τριάκοντα σταδίων Ἰτύκης, ἔνθα πύργος ἔστιν Ἀγαθοκλέους ἔργον τοῦ Συρακοσίων τυράννου, μὴ πλείους πεντακισχιλίων ἐνεδρεῦσαι. ἅμα δʼ ἡμέρᾳ τὸν Ἀσδρούβαν ἔπειθε τὸν ἵππαρχον Ἄννωνα πέμψαι τό τε πλῆθος τῶν ἐχθρῶν ἐπισκεψόμενον καὶ ἐς Ἰτύκην ἐσδραμούμενον, μή τι πλησιαζόντων πολεμίων νεωτερίσειαν· καὶ αὐτὸς ὑπισχνεῖτο, εἰ κελεύοιτο, ἕψεσθαι. Ἄννων μὲν δὴ χιλίους ἦγεν ἐπιλέκτους ἱππέας Καρχηδονίους καὶ Λιβύων τι πλῆθος, Μασσανάσσης δὲ Νομάδας τοὺς ἑαυτοῦ· ὡς δʼ ἐπὶ τὸν πύργον ἀφίκοντο καὶ ὁ Ἄννων ἐξίππευσεν ἐς τὴν Ἰτύκην σὺν ὀλίγοις, μέρος τι τῆς ἐνέδρας ἐξεφαίνετο, καὶ ὁ Μασσανάσσης ἐκέλευσε τὸν τεταγμένον ἐπὶ τοῖς ἱππεῦσι τῶν Καρχηδονίων ἐπιδραμεῖν αὐτοῖς ὡς οὖσιν ὀλίγοις. καὶ αὐτὸς ἐκ βραχέος εἵπετο ὡς ἐπιβοηθήσων. ἐν μέσῳ δὲ τῶν Λιβύων γενομένων, ἥ τε πλείων ἐνέδρα κατεφαίνετο, καὶ συνηκόντισαν αὐτοὺς ἑκατέρωθεν οἵ τε Ῥωμαῖοι καὶ ὁ Μασσανάσσης, πλὴν τετρακοσίων, οἳ ἐλήφθησαν αἰχμάλωτοι. Μασσανάσσης δʼ, ἐπεὶ τοῦτο ἐξετετέλεστο, ἀπήντα τῷ Ἄννωνι κατὰ σπουδὴν ὡς φίλος ἐπανιόντι, καὶ συλλαβὼν αὐτὸν ἀπῆγεν ἐς τὸ τοῦ Σκιπίωνος στρατόπεδον, καὶ ἀντέδωκεν Ἀσδρούβᾳ τῆς μητρὸς τῆς ἑαυτοῦ.