18.118
καὶ γενομένης ἡμέρας ὁ Ἀσδρούβας, χαλεπῶς ἔχων τῆς ἐς τὰ Μέγαρα ἐπιχειρήσεως, ὅσα Ῥωμαίων εἶχεν αἰχμάλωτα, ἐπὶ τὸ τεῖχος ἀγαγών, ὅθεν εὐσύνοπτα Ῥωμαίοις ἔμελλε τὰ δρώμενα ἔσεσθαι, τῶν μὲν ὀφθαλμοὺς ἢ γλώττας ἢ νεῦρα ἢ αἰδοῖα σιδηρίοις ἐξεῖλκε καμπύλοις, τῶν δʼ ὑπέτεμνε τὰ πέλματα καὶ τοὺς δακτύλους ἐξέκοπτεν, ἢ τὸ δέρμα τοῦ λοιποῦ σώματος ἀπέσπα, καὶ πάντας ἔμπνους ἔτι κατεκρήμνιζεν, ἀδιάλλακτα τοῖς Καρχηδονίοις τὰ ἐς Ῥωμαίους ἐπινοῶν. καὶ ὁ μὲν αὐτοὺς οὕτως ἠρέθιζε τὴν σωτηρίαν ἔχειν ἐν μόνῃ τῇ μάχῃ, περιέστη δʼ αὐτῷ ἐς τὸ ἐναντίον ὧν ἐπενόει. ὑπὸ γὰρ συνειδότος οἱ Καρχηδόνιοι τῶνδε τῶν ἀθεμίστων ἔργων περιδεεῖς ἀντὶ προθύμων ἐγίγνοντο, καὶ τὸν Ἀσδρούβαν ὡς καὶ τὴν συγγνώμην σφῶν ἀφῃρημένον ἐμίσουν· καὶ μάλισθʼ ἡ βουλὴ αὐτοῦ κατεβόα ὡς ὠμὰ καὶ ὑπερήφανα δεδρακότος ἐν συμφοραῖς οἰκείαις τοσαῖσδε. ὁ δὲ καὶ τῶν βουλευτῶν τινὰς ἔκτεινε συλλαμβάνων, καὶ ἐς πάντα ὢν ἤδη περιδεὴς ἐς τυραννίδα μᾶλλον ἢ στρατηγίαν περιῆλθεν, ὡς ἐν τῷδε μόνῳ τὸ ἀσφαλὲς ἕξων, εἰ φοβερὸς αὐτοῖς εἴη καὶ διʼ αὐτὸ καὶ δυσεπιχείρητος.