18.119
ὁ δὲ Σκιπίων τὸν μὲν χάρακα τῶν ἐχθρῶν, ὃν τῇ προτέρᾳ κατελελοίπεσαν ἐς τὸ ἄστυ φεύγοντες, ἐνέπρησεν, ὅλου δὲ τοῦ ἰσθμοῦ κρατῶν διετάφρευεν αὐτὸν ἐκ θαλάσσης ἐπὶ θάλασσαν, ἀπέχων τῶν πολεμίων ὅσον ὁρμὴν βέλους. οἱ δὲ ἐπέκειντο, καὶ ἦν αὐτῷ ἔργον ἐπὶ σταδίους τοῦ μετώπου πέντε καὶ εἴκοσιν ἐργαζομένῳ τε ὁμοῦ καὶ μαχομένῳ. ὡς δὲ αὐτῷ τοῦτʼ ἐξετετέλεστο, ἑτέραν ὤρυσσε τάφρον ἴσην, οὐ πολὺ τῆς προτέρας διασχών, ἐς τὴν ἤπειρον ἀφορῶσαν. δύο τε ἐπικαρσίας αὐταῖς ἑτέρας περιθεὶς ὡς γενέσθαι τὸ ὅλον ὄρυγμα τετράγωνον, ἐσταύρωσε πάντα ξύλοις ὀξέσιν. καὶ ἐπὶ τοῖς σταυροῖς τὰς μὲν ἄλλας τάφρους ἐχαράκωσε, τῇ δʼ ἐς τὴν Καρχηδόνα ὁρώσῃ καὶ τεῖχος παρῳκοδόμησεν ἐπὶ τοὺς πέντε καὶ εἴκοσι σταδίους, ὕψος μὲν δυώδεκα ποδῶν χωρὶς ἐπάλξεών τε καὶ πύργων, οἳ ἐκ διαστήματος ἐπέκειντο τῷ τείχει, τὸ δὲ βάθος ἐφʼ ἥμισυ μάλιστα τοῦ ὕψους. ὁ δʼ ἐν μέσῳ πύργος ὑψηλότατός τε ἦν, καὶ ἐπʼ αὐτοῦ ξύλινος ἐπέκειτο τετρώροφος, ὅθεν καθεώρα τὰ γιγνόμενα ἐν τῇ πόλει. ταῦτα δʼ ἡμέραις εἴκοσι καὶ νυξὶν ἐργασάμενος ὅλῳ τῷ στρατῷ πονοῦντι, καὶ παραλλὰξ ἐργαζομένῳ τε καὶ πολεμοῦντι καὶ σῖτον ἢ ὕπνον αἱρουμένῳ, τὴν στρατιὰν ἐσήγαγεν ἐς τόδε τὸ χαράκωμα.