18.123
καὶ αὐτῶν τὰ σκάφη τὰ βραχύτερα προύφευγε, καὶ τὸν ἔσπλουν προλαβόντα ἐς ἄλληλα ὠθεῖτο ὑπὸ τοῦ πλήθους, καὶ τὸ στόμα βύζην ἀπέκλειεν. ὅθεν αἱ μείζους ἐπανιοῦσαι τὸν ἔσπλουν ἀφῄρηντο, καὶ ἐς τὸ χῶμα κατέφυγον, ὃ πρὸ τοῦ τείχους εὐρύχωρον ἐμπόροις ἐς διάθεσιν φορτίων ἐγεγένητο ἐκ πολλοῦ· καὶ παρατείχισμα ἐπʼ αὐτοῦ βραχὺ ἐν τῷδε τῷ πολέμῳ ἐπεποίητο, ἵνα μὴ ὡς ἐν εὐρυχώρῳ στρατοπεδεύσειάν ποτε οἱ πολέμιοι. ἐς μὲν δὴ τόδε τὸ χῶμα αἱ νῆες αἱ τῶν Καρχηδονίων, ἀπορίᾳ λιμένος, καταφυγοῦσαι μετωπηδὸν ὡρμίσαντο· καὶ τοὺς ἐχθροὺς ἐπιπλέοντας οἱ μὲν ἀπʼ αὐτῶν τῶν νεῶν, οἱ δʼ ἀπὸ τοῦ χώματος, οἱ δʼ ἐκ τοῦ διατειχίσματος ἀπεμάχοντο. Ῥωμαίοις δὲ ὁ μὲν ἐπίπλους ἦν ῥᾴδιος καὶ τὸ μάχεσθαι ναυσὶν ἑστώσαις εὐμαρές, αἱ δʼ ἀναχωρήσεις διʼ ἀναστροφὴν τῶν νεῶν, μακρῶν οὐσῶν, βραδεῖαί τε καὶ δυσχερεῖς ἐπεγίγνοντο· ὅθεν ἀντέπασχον ἐν τῷδε τὰ ὅμοια (ὅτε γὰρ ἐπιστρέφοιεν, ἐπλήσσοντο ὑπὸ τῶν Καρχηδονίων ἐπιπλεόντων), μέχρι νῆες Σιδητῶν πέντε, αἳ φιλίᾳ Σκιπίωνος εἵποντο, τὰς μὲν ἀγκύρας καθῆκαν ἐκ πολλοῦ διαστήματος ἐς τὸ πέλαγος, ἁψάμεναι δʼ ἀπʼ αὐτῶν κάλους μακροὺς εἰρεσίᾳ τοῖς Καρχηδονίοις ἐπέπλεον, καὶ ὅτε ἐγχρίμψειαν, ὑπεχώρουν τοὺς κάλους ἐπισπώμεναι κατὰ πρύμναν, αὖθις τε ῥοθίῳ καταπλέουσαι πάλιν ἀνήγοντο κατὰ πρύμναν. τότε γὰρ ὁ στόλος ἅπας, τὸν νοῦν τῶν Σιδητῶν ὁρῶντές τε καὶ μιμούμενοι, πολλὰ τοὺς ἐχθροὺς ἔβλαπτον. καὶ τὸ ἔργον ἐς νύκτα ἐτελευτα, καὶ ἐς τὴν πόλιν διέφυγον αἱ τῶν Καρχηδονίων νῆες, ὅσαι γε ἔτι ἦσαν ὑπόλοιποι.