18.125
ἅμα δʼ ἡμέρᾳ Καρχηδόνιοι μέν, οὐκ ἐνοχλουσῶν σφᾶς ἔτι μηχανῶν πολεμίων, τὸ διαπεπτωκὸς τοῦ διατειχίσματος ᾠκοδόμουν, καὶ πύργους ἐν αὐτῷ πολλοὺς ἐποίουν ἐκ διαστήματος, Ῥωμαῖοι δʼ ἑτέρας ἐργασάμενοι μηχανὰς χώματα ἤγειρον ἀντιμέτωπα τοῖς πύργοις, δᾷδά τε συγκεκομμένην καὶ θεῖον ἐν κώθωσι καὶ πίσσαν ἐπʼ αὐτοὺς ἐσφενδόνων, καὶ ἔστιν οὓς τῶν πύργων ἐνεπίμπρασαν, καὶ τοὺς Καρχηδονίους φεύγοντας ἐδίωκον. ὀλισθηρὸς δʼ ἦν ὁ δρόμος ὑφʼ αἵματος πεπηγότος ὑπογύου τε καὶ πολλοῦ, ὥστε τῶν φευγόντων ἀπελίποντο ἄκοντες. ὁ δὲ Σκιπίων τοῦ χώματος ὅλου κατασχὼν ἀπετάφρευεν αὐτό, καὶ τεῖχος ἤγειρεν ἐκ πλίνθων, οὔτε κολοβώτερον τοῦ τῶν πολεμίων οὔτʼ ἐκ μακροῦ διαστήματος ἀπʼ αὐτῶν. ὡς δʼ ἐξείργαστο αὐτῷ καὶ τὸ τεῖχος, τετρακισχιλίους ἐς αὐτὸ ἔπεμψεν, ἐπαφίεναι τοῖς ἐχθροῖς βέλη τε καὶ ἀκόντια σὺν καταφρονήσει. οἱ δὲ ἰσομέτωποι γενόμενοι ἔβαλλον αὐτοὺς ἐπιτυχῶς. καὶ τὸ θέρος ἐς ταῦτα ἀναλώθη.