20.136
χρόνῳ δʼ ὕστερον, Γαΐου Γράκχου δημαρχοῦντος ἐν Ῥώμῃ καὶ στάσεων οὐσῶν ἐξ ἀπορίας, ἔδοξε κληρούχους ἐς Λιβύην πέμπειν ἑξακισχιλίους, διαγραφομένων δʼ ἀμφὶ τὴν Καρχηδόνα τῶν θεμελίων λύκοι τὰ θεμέλια ἀθρόα διέσπασαν καὶ συνέχεαν. καὶ τότε μὲν ἀνέσχεν ἡ βουλὴ τοῦ συνοικισμοῦ· χρόνῳ δὲ αὖθις, ὁπότε Γάιος Καῖσαρ ὁ καὶ δικτάτωρ ὕστερον αὐτοῖς διηνεκὴς γενόμενος Πομπήιον ἐς Αἴγυπτον ἐδίωκε καὶ τοὺς Πομπηίου φίλους ἐς Λιβύην ἀπʼ Αἰγύπτου, λέγεται, τῇ Καρχηδόνι παραστρατοπεδεύων, ὑπʼ ἐνυπνίου στρατὸν πολὺν ἰδὼν κλαίοντα ἐνοχληθῆναι, καὶ αὐτίκα ἑαυτῷ ἐς μνήμην ὑπογράψασθαι Καρχηδόνα συνοικίζειν. καὶ μετʼ οὐ πολὺ τῶν ἀπόρων αὐτὸν ἐς Ῥώμην ἐπανελθόντα περὶ γῆς παρακαλούντων, συνέτασσεν ὡς πέμψων τοὺς μὲν ἐς τὴν Καρχηδόνα τοὺς δʼ ἐς Κόρινθον. ἀλλʼ ὅδε μὲν θᾶσσον ἀνῃρέθη πρὸς τῶν ἐχθρῶν ἐν τῷ Ῥωμαίων βουλευτηρίῳ, ὁ δʼ ἐκείνου παῖς Ἰούλιος Καῖσαρ, ὁ Σεβαστὸς ἐπίκλησιν, ἐντυχὼν ἄρα ταῖς ὑπογραφαῖς τοῦ πατρὸς συνῴκισε τὴν νῦν Καρχηδόνα, ἀγχοτατω μάλιστα ἐκείνης, φυλαξάμενος τῆς πάλαι τὸ ἐπάρατον. οἰκήτοράς τε Ῥωμαίους μὲν αὐτὸν τρισχιλίους μάλιστα πυνθάνομαι, τοὺς δὲ λοιποὺς ἐκ τῶν περιοίκων συναγαγεῖν. ὧδε μὲν Λιβύης τῆς ὑπὸ Καρχηδονίοις Ῥωμαῖοι κατέσχον, καὶ Καρχηδόνα κατέσκαψάν τε καὶ συνῴκισαν αὖθις μετὰ ἔτη τῆς κατασκαφῆς ἑκατὸν καὶ δύο.