4.19
Ὧνἤδη νυκτὸς οὔσης ὁ Μασσανάσσης παρὰ τινῶν Νομάδων πυθόμενος μετέδωκε τῷ Σκιπίωνι. ὁ δὲ ἔδεισε, καὶ ἠπόρει μὴ ἐς πολλὰ αὐτῷ διαιρούμενος ὁ στρατὸς ἀσθενέστερος ἐς πάντα γίγνηται. τοὺς οὖν ἡγεμόνας αὐτίκα νυκτὸς ἐπὶ τὴν σκέψιν ἐκάλει, καὶ ἀπορούντων ἁπάντων ἐπὶ πολὺ σύννους γενόμενος εἶπε· τόλμης καὶ ταχυτῆτος ἡμῖν, ὦ φίλοι, δεῖ, καὶ μάχης ἐξ ἀπογνώσεως. φθάσωμεν ἐπελθόντες τοῖς πολεμίοις. ὅσα δʼ ἐν τῷδε πλεονεκτήσομεν, μάθετε ἤδη. ἐκείνους μὲν ἐκπλήξει τὸ ἀδόκητον τῆς ἐφόδου καὶ τὸ παράδοξον τοῦ ἔργου, τῶν ὀλιγωτέρων προεπιχειρούντων· ἡμεῖς δʼ οὐκ ἐς πολλὰ διῃρημένῃ τῇ στρατιᾷ χρησόμεθα ἀλλʼ ἀθρόᾳ, οὐδʼ ἐπάξομεν αὐτὴν ἅπασι τοῖς ἐχθροῖς ἀλλʼ οἷς ἂν ἐπιλεξώμεθα πρώτοις. σταθμεύουσι δʼ ἐφʼ ἑαυτῶν ἕκαστοι, καὶ ἐσμὲν αὐτοῖς κατὰ μέρος ἰσόμαχοι, τόλμῃ δὲ καὶ εὐτυχίᾳ προύχομεν. καὶ ἢν ὁ θεὸς δῷ τῶν πρώτων ἐπικρατῆσαι, τῶν ἄλλων καταφρονήσομεν. οἷς δʼ ἐπιχειρητέον ἐστὶ πρώτοις, καὶ τίς ὁ καιρὸς ἢ τρόπος ἔσται τῆς ἐπιχειρήσεως, ἢν ἀρέσκῃ, τὰ τῆς γνώμης ἐρῶ.