4.23
καὶ Ῥωμαῖοι διὰ τόλμης μιᾶς, ἐν ὀλίγῳ μέρει νυκτός, δύο στρατοπέδων καὶ δύο στρατῶν πολὺ μειζόνων ἐκράτησαν ὁμοῦ. ἀπέθανον δὲ Ῥωμαίων μὲν ἀμφὶ τοὺς ἑκατὸν ἄνδρας, τῶν δʼ ἐχθρῶν ὀλίγῳ δέοντες τρισμύριοι· καὶ αἰχμάλωτοι ἐγένοντο δισχίλιοι καὶ τετρακόσιοι. τῶν δὲ ἱππέων ἑξακόσιοι ἐπανιόντι τῷ Σκιπίωνι ἑαυτοὺς παρέδοσαν. καὶ τῶν ἐλεφάντων οἱ μὲν ἀνῄρηντο, οἱ δὲ ἐτέτρωντο. Σκιπίων δὲ ὅπλων τε καὶ χρυσοῦ καὶ ἀργύρου καὶ ἐλέφαντος πολλοῦ καὶ ἵππων ἄλλων τε καὶ Νομαδικῶν κεκρατηκώς, καὶ διὰ μιᾶς τῆσδε νίκης, λαμπροτάτης δὴ γενομένης, ἐς γόνυ τὰ Καρχηδονίων καταβαλὼν ἅπαντα, ἀριστεῖα τῷ στρατῷ διεδίδου, καὶ τῶν λαφύρων τὰ ἀξιολογώτατα ἐς Ῥώμην ἔπεμπεν. καὶ τὸν στρατὸν ἐγύμναζε φιλοπόνως, προσδοκῶν Ἀννίβαν τε αὐτίκα ἀπὸ τῆς Ἰταλίας καὶ Μάγωνα ἀπὸ Λιγυστίνων ἐπελεύσεσθαι.
4.24
καὶ Σκιπίων μὲν περὶ ταῦτα ἦν, Ἀσδρούβας δέ, ὁ στρατηγὸς ὁ Καρχηδονίων, ἐν μὲν τῇ νυκτομαχίᾳ μεθʼ ἱππέων πεντακοσίων, τετρωμένος, ἐς Ἀνδὰν κατέφυγεν, ἔνθα μισθοφόρους τέ τινας ἐκ τῆς μάχης ἐκπεσόντας καὶ Νομάδας συνέλεγε, καὶ δούλους ἐς ἐλευθερίαν συνεκάλει· πυθόμενος δʼ ὅτι Καρχηδόνιοι θάνατον αὐτοῦ κατέγνωσαν ὡς κακῶς ἐστρατηγηκότος, καὶ Ἄννωνα τὸν Βουμίλχαρος εἵλοντο στρατηγεῖν, ἴδιον αὑτοῦ τὸν στρατὸν ἐποίει, καὶ κακούργους προσελάμβανε, καὶ ἐλῄζετο ἐς τὰς τροφάς, καὶ ἐγύμναζεν οὓς εἶχεν, ἀμφὶ τρισχιλίους ἱππέας, πεζοὺς δὲ ὀκτακισχιλίους, ὡς ἐν μόνῳ τῷ μάχεσθαι τὰς ἐλπίδας ἔχων. ὁ μὲν δὴ ταῦτα ποιῶν Ῥωμαίους ὁμοῦ καὶ Καρχηδονίους ἐπὶ πολὺ ἐλάνθανε, Σκιπίων δʼ ἐπῆγεν αὐτῇ Καρχηδόνι τὸν στρατὸν ὡπλισμένον, καὶ σοβαρῶς ἐς μάχην προυκαλεῖτο, οὐδενὸς ἐξιόντος. Ἀμίλχαρ δὲ ὁ ναύαρχος ναυσὶν ἑκατὸν ἐσπευσμένως ἐς τὸν ναύσταθμον ἀνήγετο τοῦ Σκιπίωνος, ἐλπίσας αὐτόν τε φθάσειν ἐπανιόντα, καὶ τὰς οὔσας ἐκεῖ Ῥωμαίων εἴκοσι τριήρεις ῥᾳδίως ταῖς ἑκατὸν αἱρήσειν.