5.27
μετὰ δὲ τοῦτο Μασσυλίους καὶ τὴν χώραν τὴν Σύφακος ἐπῄεσαν, τοὺς μὲν αὖθις ἐς τὴν ἀρχὴν τὴν Μασσανάσσου καθιστάμενοι, τοὺς δὲ προσποιούμενοί τε καὶ τοὺς ἀπειθοῦντας αὐτῶν καταστρεφόμενοι. ἀφίκοντο δʼ αὐτοῖς καὶ ἐκ Κίρτης πρέσβεις, τὰ βασίλεια τοῦ Σύφακος παραδιδόντες, ἰδίᾳ δὲ πρὸς Μασσανάσσην ἕτεροι παρὰ Σοφωνίβας τῆς Σύφακος γυναικός, τὴν ἀνάγκην τοῦ γάμου διηγούμενοι. Σοφωνίβαν μὲν οὖν ἄσμενος εἶχε λαβὼν ὁ Μασσανάσσης· καὶ αὐτήν, ἐπανιὼν πρὸς Σκιπίωνα αὐτός, ἐν Κίρτῃ κατέλιπε, προορώμενος ἄρα τὸ μέλλον. Σκιπίων δὲ ἤρετο Σύφακα· τίς σε δαίμων ἔβλαψε, φίλον ὄντα μοι καὶ ἐπὶ Λιβύην ἐλθεῖν προτρέψαντα, ψεύσασθαι μὲν θεοὺς οὓς ὤμοσας, ψεύσασθαι δὲ μετὰ τῶν θεῶν Ῥωμαίους, καὶ μετὰ Καρχηδονίων ἀντὶ Ῥωμαίων ἑλέσθαι πολεμεῖν, τῶν ἐπὶ Καρχηδονίους οὐ πρὸ πολλοῦ σοι βεβοηθηκότων; ὁ δʼ εἶπε, Σοφωνίβα Ἀσδρούβα θυγάτηρ, ἧς ἐγὼ ἤρων ἐπʼ ἐμῷ κακῷ. φιλόπατρις δʼ ἐστὶν ἰσχυρῶς, καὶ ἱκανὴ ἅπαντά τινα πεῖσαι πρὸς ἃ βούλεται. αὕτη με καὶ ἐκ τῆς ὑμετέρας φιλίας ἐς τὴν ἑαυτῆς μετέθηκε πατρίδα, καὶ ἐς τόδε συμφορᾶς ἐκ τοσῆσδε εὐδαιμονίας κατέβαλεν. σοὶ δὲ παραινῶ (χρὴ γάρ, ὑμέτερον γενόμενον καὶ Σοφωνίβας ἀπηλλαγμένον, νῦν γε ὑμῖν εἶναι βέβαιον)· φύλασσε Σοφωνίβαν, μὴ Μασσανάσσην ἐς ἃ βούλεται μεταγάγῃ. οὐ γὰρ δή, μὴ τὸ γύναιόν ποτε ἕληται τὰ Ῥωμαίων ἐλπίζειν ἄξιον· οὕτως ἐστὶν ἰσχυρῶς φιλόπολις.