5.28
ταῦθʼ ὁ μὲν ἔλεγεν, εἴτʼ ἀληθεύων εἴτε ζηλοτυπούμενος καὶ Μασσανάσσην ἐς τὰ μέγιστα βλάπτων· ὁ δὲ Σκιπίων Σύφακα μέν, συνετόν τε φαινόμενον καὶ τῆς χώρας ἔμπειρον, ἐπὶ τὰ κοινὰ ἐπήγετο, καὶ γνώμης καὶ συμβουλῆς μετεδίδου, οἷόν τι καὶ Κροίσῳ τῷ Λυδῷ Κῦρος ἐχρῆτο, Λαιλίου δʼ ἀφικομένου, καὶ ταὐτὰ περὶ τῆς Σοφωνίβας πυθέσθαι παρὰ πολλῶν λέγοντος, ἐκέλευσε τὸν Μασσανάσσην τὴν Σύφακος γυναῖκα παραδοῦναι. παραιτουμένου δʼ ἐκείνου, καὶ τὰ περὶ αὐτῆς ἄνωθεν ὡς ἐγένετο διηγουμένου, τραχύτερον ὁ Σκιπίων ἐκέλευεν αὐτὸν μηδὲν ἀφαιρεῖσθαι βίᾳ των Ῥωμαικῶν λαφύρων, ἀλλʼ ἐς τὸ μέσον καταθέντα αἰτεῖν, καὶ πείθειν, εἰ δύναιτο. ᾤχετο οὖν ὁ Μασσανάσσης μετὰ τινῶν Ῥωμαίων, παραδώσων αὐτοῖς τὴν Σοφωνίβαν. κρύφα δὲ αὐτῇ φέρων φάρμακον πρῶτος ἐνέτυχε, καὶ τὰ παρόντα προύθηκεν, ἢ πιεῖν ἢ Ῥωμαίοις δουλεύειν ἑκοῦσαν. οὐδέν τε εἰπὼν ἔτι ἐξήλασε τὸν ἵππον. ἡ δὲ τῇ τροφῷ δείξασα τὴν κύλικα, καὶ δεηθεῖσα μηδὲν ὀδύρασθαι καλῶς ἀποθανοῦσαν, ἔπιε τοῦ φαρμάκου. καὶ αὐτὴν ὁ Μασσανάσσης τοῖς ἥκουσι Ῥωμαίων ἐπιδείξας, καὶ θάψας βασιλικῶς, ὑπέστρεφε πρὸς Σκιπίωνα. ὁ δὲ αὐτὸν ἐπαινέσας τε, καὶ παρηγορήσας ὅτι πονηρᾶς γυναικὸς ἀπηλλάγη, ἐστεφάνωσε τῆς ἐφόδου τῆς ἐπὶ Σύφακα καὶ ἐδωρήσατο πολλοῖς. ἀχθέντος δʼ ἐς Ῥώμην τοῦ Σύφακος, οἱ μὲν ἠξίουν περισώζειν ἄνδρα ἐν Ἰβηρίᾳ φίλον καὶ σύμμαχον αὐτοῖς γενόμενον, οἱ δὲ κολάζειν, ὅτι τοῖς φίλοις ἐπολέμησεν. ὁ δὲ ὑπὸ λύπης νοσῶν ἀπέθανεν.