5.29
Ἀσδρούβας δὲ ἐπειδὴ καλῶς τοὺς συνόντας ἐγύμνασεν, ἔπεμπέ τινα πρὸς Ἄννωνα τὸν στρατηγὸν τῶν Καρχηδονίων, ἀξιῶν αὑτῷ τὸν Ἄννωνα κοινωνῆσαι τὴν στρατηγίαν, καὶ ὑποδεικνὺς ὅτι πολλοὶ Σκιπίωνι σύνεισιν Ἴβηρες ἄκοντες, οὓς ἐάν τις χρυσίῳ καὶ ὑποσχέσεσι διαφθείρῃ, τὸ στρατόπεδον ἐμπρήσουσι τὸ Σκιπίωνος. ἔφη δὲ καὶ αὐτός, εἰ προμάθοι τὸν καιρόν, ἥξειν ἐπὶ τὸ ἔργον. ταῦτα μὲν Ἀσδρούβας, ὁ δὲ Ἄννων ἐς μὲν τὸν Ἀσδρούβαν ἐπανούργει, τοῦ δʼ ἐγχειρήματος οὐκ ἀπήλπισεν, ἀλλʼ ἄνδρα πιστὸν μετὰ χρυσίου, καθάπερ αὐτόμολον, ἐς τὸ Σκιπίωνος στρατόπεδον κατέπεμψεν, ὃς πιθανὸς ὢν ἐντυχεῖν ἑκάστῳ διέφθειρε πολλούς, ἡμέραν τε συνθέμενος αὐτοῖς ἐπανῆλθεν. καὶ τὴν ἡμέραν ὁ Ἄννων τῷ Ἀσδρούβᾳ μετέφερεν. Σκιπίωνι δὲ θυομένῳ κίνδυνον τὰ ἱερὰ ἐδήλου ἐμπρησμοῦ· καὶ περιπέμψας ἐς ἅπαν τὸ στρατόπεδον, εἴ πού τι λάβρον ηὕρισκε πῦρ, κατέπαυεν. καὶ αὖθις ἐπὶ πολλὰς ἡμέρας ἐθύετο. ὡς δʼ οὐκ ἀνίει τὰ ἱερὰ τὸν ἐμπρησμὸν ὑποδεικνύοντα, ὁ μὲν ἐβαρυθύμει καὶ μεταστρατοπεδεῦσαι διεγνώκει,
5.30
ἱππέως δὲ Ῥωμαίου θεράπων Ἴβηρ, ὑπονοήσας τι περὶ τῶν συνθεμένων, ὑπεκρίνατο συνειδέναι, ἕως τὸ πᾶν ἔμαθε, καὶ ἐμήνυσε τῷ δεσπότῃ, ὁ δὲ αὐτὸν ἐς τὸν Σκιπίωνα ἤγαγε, καὶ τὸ πλῆθος ἠλέγχετο. καὶ πάντας ὁ Σκιπίων ἔκτεινε καὶ ἐξέρριψε πρὸ τοῦ στρατοπέδου. αἴσθησις δʼ ἦν Ἄννωνι μὲν ὀξεῖα πλησίον ὄντι, καὶ οὐκ ἦλθεν ἐπὶ τὸ συγκείμενον, Ἀσδρούβας δὲ ἀγνοῶν ἀφίκετο. ὡς δὲ τὸ πλῆθος εἶδε τῶν νεκρῶν, εἴκασε τὸ συμβὰν καὶ ἀνεχώρει. καὶ αὐτὸν ὁ Ἄννων ἐς τὸ πλῆθος διέβαλλεν, ὡς ἀφίκοιτο Σκιπίωνι διδοὺς ἑαυτόν, ὁ δὲ οὐ λάβοι. Ἀσδρούβας μὲν δὴ καὶ ἐκ τοῦδε τοῖς Καρχηδονίοις ἦν μᾶλλον διὰ μίσους· ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν Ἀμίλχαρ μὲν ἄφνω ταῖς Ῥωμαίων να υσὶν ἐπιπλεύσας μίαν ἔλαβε τριήρη καὶ φορτίδας ἕξ, Ἄννων δʼ ἐπιθέμενος τοῖς πολιορκοῦσιν Ἰτύκην ἀπεκρούσθη. Σκιπίων δέ, χρονίου τῆς πολιορκίας οὔσης, ταύτην μὲν διέλυσεν οὐδὲν ἀνύων, τὰς δὲ μηχανὰς ἐς Ἱππῶνα πόλιν μετετίθει. καὶ οὐδενὸς οὐδʼ ἐνταῦθα προκόπτοντος αὐτῷ, κατακαύσας ὡς ἄχρηστα τὰ μηχανήματα τὴν χώραν ἐπέτρεχε, τοὺς μὲν ἐς φιλίαν ἐπαγόμενος, τοὺς δὲ λῃζόμενος.